[ ]
Phokis — Delphi — ca. 160 BC
| 1 | ἄρχοντος Ἀμφιστράτου, μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Θεύξενος |
| Καλλία Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Ἀγαθόκλεια τι- | |
| μᾶς ἀργυρίου μνᾶν πέντε καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσσε Ἀγαθόκλεια | |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν- | |
| 5 | τα βίον, ποιέουσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νό- |
| μον τᾶς πόλιος Ἄρχων Καλλία. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῷ Ἀγαθοκλείας, | |
| βέβαιον παρεχέτω ὅ τε ἀποδόμενος Θεύξενος καὶ ὁ βεβαιωτὴρ Ἄρχων τῶι θεῶι | |
| τὰν ὠνάν· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀγα- | |
| θόκλειαν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ | |
| 10 | ζαμίας. μάρτυρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, καὶ τοὶ ἄρχοντες |
| Αἰακίδας Βαβύλου, Ἰατάδας, Καλλιγένης Κλευδάμου, καὶ ἰδιῶται Μένης, Ἀγησίλαος, | |
| Ἀριστίων Ἄγωνος. |