[ ]
Phokis — Delphi — ca. 146 BC
| 1 | ἄρχοντος [Βα]βύλου τ[οῦ Αἰακίδα, μην]ὸς [Β]ουκα[τίου, ἐπὶ τ]οῖσ[δε ἀπέδοτο] |
| Νίκαια Καλλία συνευδοκέοντος καὶ τοῦ υἱοῦ Ἀντ[άνορος], τῶι Ἀπ[όλλωνι τῶι] | |
| Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ[νομα Δ]ώρημα τιμᾶς ἀργυρίου μνᾶν τ[ριῶν? καὶ] | |
| τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Δώρημα τῶι θεῶι τὰν ὠνά[ν, ἐφ’ ὧιτε ἐλευ]- | |
| 5 | θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσα ὅ [κα θέλη καὶ ἀ]- |
| ποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἀ[ντάνωρ Ἀντά]- | |
| νορος. εἰ δέ τις ἅπτοιτο Δω[ρ]ήματος ἐπὶ καταδουλισμῶι, βέβαιον πα[ρεχόντων τῶι θε]- | |
| ῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Νίκαια καὶ ὁ βεβαιωτὴρ Ἀντάνω[ρ. εἰ δέ τις καταδουλί]- | |
| ζοιτο Δώρημα, κύριος ἔστω σ[υ]λέων ὁ παρατυχὼν ὡς ἐλευθέραν ἐ[οῦσαν ἀζάμιος ὢν] | |
| 10 | καὶ ἀνυπ[ό]δικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς το[ῦ Ἀπόλλωνος Πραξί]- |
| ας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἀλκῖνος, Μνασίθεος, Ὑβρίας· ἰδιῶτα[ι ․․․․․․, Ε]ὐκλί- | |
| δας Καλλίδα, Καλλίερος, Δαμένης, Τιμόκριτος. |