[ ]
Phokis — Delphi — mid-2nd c. BC
| 1 | [ἀρ]χοντος Εὐκλέος, μηνὸς Εἰλαίου, |
| [ἐπὶ] τοῖσδε ἀπέδοτο Ἀναξανδρίδας | |
| Αἰακίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Δημήτρι- | |
| 5 | α, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου |
| μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. | |
| βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλι- | |
| ος Βαβύλος Αἰακίδα. εἰ δέ τις ἅπτοι- | |
| το ἐπὶ καταδουλισμῶι Δημητρίας, βέ- | |
| 10 | βαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ |
| τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁ- | |
| μοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
| κύριοι ἔστωσαν συλέοντες Δημή- | |
| τριαν ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι | |
| 15 | ἐόντες καὶ ἀνυπόδικοι πάσας δί- |
| [κ]α[ς] καὶ ζαμίας. μάρτυροι τοὶ ἱ- | |
| [ερ]εῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνι- | |
| [κο]ς, Πραξίας, Μένης, Δάμων, Πισί- | |
| [θ]εος Ἥ̣ρυος, Πολυτιμίδας, Μνα- | |
| 20 | σίθεος. |