[ ] Phokis — Delphi — 3rd c. BC
1         θεοί.
[Δε]λφοὶ ἀνενέωσαν τὰν πάτριον προξε-
νίαν Ὑπατοδώρωι Μίκκου Θηβαίωι, αὐτῶι καὶ
ἐγγόνοις, προξενίαν , προμαντείαν, προεδρίαν,
5 προδικίαν, ἔνκτησιν γᾶς καὶ οἰκήσιος, ἀσυλίαν,
ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς
ἄλλοις προξένοις καὶ εὐ[εργέταις. ἄ]ρχοντος
Ἡρακλεί[δα], βουλευόντω[ν Εὐθύων]ος, Ὀνυμοκλ[εῦς],
Εὐδ[ώρου].
Search Help