[ ]
Phokis — Delphi — 219/8 BC
| 1 | ἔδοξε τᾶι πόλει ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ παργενόμενοι πρεσβευταὶ πὰρ τᾶς πόλιος |
| τῶν Θηβαίων τάν τε φιλίαν τὰν ποτὶ τὰν πόλιν καὶ τὰ εὐεργετήματα τὰ γεγονότα τοῖς Θηβαίοις εἰς τὸ ἱερὸν ὑπέμνα- | |
| σαν καὶ περὶ τᾶς οἰκίας διελέγοντο ὅπως αὐτοῖς διατηρῆται καθάπερ καὶ πρότερον, ἐκόμιζον δὲ καὶ ψάφισμα ἐν ὧι | |
| ἐγέγραπτο ὅτι τινοῖς τῶν παραγινομένων Θηβαίων οὐκ ἐδίδου κατάλυσιν Κράτων καθὼς ἔλαβον αὐτοῦ οἱ πρόγονοι | |
| 5 | παρὰ τᾶς πόλιος τῶν Θηβαίων· ἀνακαλεσαμένων δὲ ἁμῶν εἰς τὰν ἐκκλησίαν οὔτε ἔφα ἀντιποιεῖσθαι |
| τᾶς οἰκίας τῶν Θηβαίων οὔτε ἀποκεκλείκειν οὐδένα τῶν παργινομένων, διαφυλάσσειν δὲ Θηβαίοις καθὼς καὶ οἱ | |
| πρόγονοι παρέδωκαν αὐτῶι καὶ περιαγήσατο τοῖς πρεσβευταῖς μετὰ τῶν ἀρχόντων τόν τε ξενεῶνα καὶ | |
| τὰν οἰκίαν ἐν ἇι Θεόκριτος οἴκει τὸ πρότερον καὶ τὰ ἐργαστήρια τὰ δύο τὰ ποτὶ τὰν στοὰν βλέποντα· | |
| ὡμολόγει δὲ καὶ τὸ οἴκημα τὸ ἐνοικοδομημένον ἀποκαταστασεῖν ἐν τὸν ξενῶνα· ὅπως οὖν εἰδῶντι | |
| 10 | Θηβαῖοι τὰν ὑπάρχουσαν φιλίαν καὶ εὔνοιαν τ[ᾶι πόλει τῶν Δελφῶν — — — —]ον․․ οἱ πρεσβευταὶ |
| ὅτι διαφυλάσσει ἁ πό[λις τ]ῶν Δελφῶν τ[ὰν φιλίαν τὰν ὑπάρχουσαν — — — — — — ἐν τοῖς] πρότερον χρόνοις· | |
| περὶ δὲ τᾶς ἐπιγραφᾶς ․․․․․ ․․․․ένωι Κράτωνι | |
| οἱ πρεσβευταὶ οὓς εἵλ[ετο ἁ πόλις τῶν Θηβαίων]. vac. |