[ ] Att. — Athens: Agora — stoich. 41 — 323/2 BC — IG II² 448
1 θε[οί]
ἐπὶ Κηφισοδώρου ἄρχοντος ἐπὶ [τῆς Πανδιονίδος πέ]-
νπτης πρυτανείας ἧι Ἀρ̣χίας Πυ[θοδώρου Ἀλωπεκῆθε]-
ν ἐγραμμάτευεν· Ποσιδεῶνο[ς] ἕκτ[ηι ἐπὶ δέκα, δευτέρ]-
5 αι καὶ εἰκοστεῖ τῆς πρυτανεία[ς· ἐκκλησία κυρία· τῶ]-
ν προέδρων ἐ̣πεψήφιζ̣εν Ἐπαμείν[ων Ἐρχιεύς(?)· ἔδοξεν]
τῶι δήμωι· vv Εὐφίλητ̣ος Εὐφ̣ι̣λή̣τ̣ο[υ Κικυννεὺς·(?) εἶπε]-
ν· ἐπειδὴ Εὔφρων Ἀδέα Σικυώνιος ἀν[ὴρ διατελεῖ ἀγα]-
θὸς ὢν περὶ τὸν δῆμον τὸν Ἀθηναί[ων καὶ νῦν ἥκων παρ]-
ὰ τοῦ δήμου τοῦ Σικυωνίων ἐπαγγ[έλλεται τὴν πόλιν]
10 φίλην καὶ σύμμαχον [οὖσ]αν [ἀμυνεῖν(?) κατὰ τῶν πολεμ]-
ίων τῶι δήμωι τῶι Ἀθηναίων πρ̣ώτ̣η̣ν̣ [τῶν ἐν Πελοπονν]-
ήσωι πόλεων· δεδόχ[θ]α̣ι̣ τ̣ῶι δή[μ]ωι, ἐπ̣[αινέσαι μὲν Εὔφ]-
ρονα Ἀδέα Σικυώνιον ἀρ̣[ε]τ̣ῆς ἕν̣ε̣κα̣ [καὶ εὐνοίας τῆς]
εἰς τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς ἄλλους συμμάχ]-
15 ους καὶ εἶναι αὐτῶι κυρίας̣ τὰς δωρ̣[εὰς τὰς πρότερο]-
ν δεδομένας παρὰ τοῦ δήμου το̣[ῦ Ἀθηναίων αὐτῶι(?)· ὅπω]-
ς δ’ ἂν πάντες εἰδῶσ̣ι ὅτι ὁ δῆμος [ὁ Ἀθηναίων ἀποδίδω]-
σι χάριτα̣ς τοῖς εὐεργέτα[ις ἀξίας τῶν εὐεργετημά]-
των ὧν ἂν εὐεργετήσει [ἕκαστος τὸν δῆμον, εἶναι Ἀθη]-
20 ναῖον αὐτὸν καὶ ἐγγόνους [καὶ εἶναι αὐτῶι γράψασθ]-
αι φυλῆς καὶ δήμου καὶ φρατρίας, ἧ̣ς̣ ἂν [βούληται καὶ]
ὧν οἱ νόμοι κελεύουσιν· v καὶ <ἐ>π[αινέσαι(?) τὸν δῆμον τὸ]-
ν Σικυωνίων ἀρετῆς ἕνεκα κ[αὶ ε][νοίας τῆς εἰς τὸν δ]-
ῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσα̣ι χ[ρυσῶι στεφάνω]-
25 ι ἀπὸ ∶Χ∶ δραχμῶν καὶ ἀνειπεῖν α[ὐτ]ὸν [Διονυσίων μεγά]-
λων τῶι ἀγῶνι. ἀναγράψαι δὲ τὸ ψήφισμ[α ἐν στήλαις λ]-
ιθίναις καὶ στῆσαι τὴν μὲν μίαν παρὰ [τὸν Δία, τὴν δὲ]
ἑτέραν ἐν ἀγορᾶι παρ[ὰ] τ̣ὴ̣ν̣ β̣ουλὴ̣ν̣ Σ̣[․]Κ[․․․․9․․․․ εἰς]
δὲ τὴν ἀναγραφὴν [τῶ]ν στηλῶν δ[οῦ]ν[α]ι̣ [τὸν ταμίαν τοῦ]
30 δήμου ∶𐅄∶ ἐκ̣ τῶν κατὰ ψηφίσματα ἀναλι[σκομένων τῶι δ]-
ήμωι. τάδε Πανφίλου τοῦ Εὐφιλ̣ήτο<υ>· [δοῦναι δὲ τὴν ψῆ]-
φον τῶι δήμωι περὶ τῆς πολιτεί[ας τοὺς πρυτάνεις τ]-
ῆς Πανδιονίδος εἰς τὴν πρώτην ἐκκλη[σίαν κατὰ τὸν]
νόμον.
Search Help
Contact Us