[ ]
Eg. — Herakleopolis Magna — (Ihnasya el-Medīna) — 41 BC — SB 4.7337
| 1 | βασίλισσα Κλειοπάτρα θεὰ Φιλοπά<τ>ωρ βασιλεὺς |
| Πτολεμαῖος ὁ̣ καὶ Καῖσαρ θεὸς Φιλοπάτωρ καὶ | |
| Φιλομήτωρ τῶι στρατηγῶι τοῦ Ἡρακλεοπολίτου | |
| χαίρειν. τὸ ὑποκείμενον πρόσταγμα σὺν τῶι | |
| 5 | χρηματισμῶι μεταγραφήτω<ι> τοῖς τε ἑλληνικοῖς |
| καὶ ἐνχωρίοις γράμμασι. καὶ ἐκτεθήτω ἔν τε τῆι | |
| μητροπόλει καὶ εν τοῖς ἐπισημοτάτοις τοῦ νομοῦ | |
| τόποις, καὶ τἆλλα γινέσθω τοῖς προστεταγμένοις | |
| ἀκολούθως. ἔρρωσο. ἔτους ἐνδεκάτου | |
| 10 | Δαισίου ιγʹ, Φαρμοῦθι ιγʹ. |
| Θέωνι. | |
| τῶν ἀπὸ τῆς πόλεως γεωργούντων δ’ ἐν τῶι | |
| Προσωπίτηι καὶ Βουβαστείτηι ἐντυόντων | |
| ἡμε<ῖ>ν ἐπὶ χρηματισμοῦ τῆι ιεʹ τοῦ Φαμενὼθ | |
| 15 | κατὰ τῶν π̣ρὸς̣ χρείαι̣ς τῶν νομῶν ὃν τρόπον |
| οὖτοι, παρὰ τὴν ἡμετέραν π̣ρ̣οαίεσιν καὶ τὰ | |
| πολλάκις ὑπὸ τῶν διοικούντων ἀκολούθως | |
| ἡμῶν τῆι κρίσει ἐπιστελλόμενα, ὑπὲρ τοῦ μηδὲν | |
| πλ̣εῖ̣<ο>ν ἀ̣π̣α̣ι̣τεῖν̣ αὐτοὺς τῶν γνησίων βασιλικῶν, | |
| 20 | ἐπιβάλλονται παραπράσσειν ταῖς τε ἀγροικικαῖς |
| καὶ χωρι̣καῖς ξενιζούσαις ἀπαιτήσεσι συνκατα- | |
| ριθμεῖν, μεγάλως μεισοπονηρήσαντες κοινήν | |
| τε καὶ καθολικὴν ἐπέξοδον πάντων κρείνοντες | |
| ποιεῖσθαι προστετάχαμεν τοὺς γεωργοῦντας | |
| 25 | κατὰ τὴν χώραν τῶν ἀπὸ τῆς πόλεως πάντας |
| μὴ γείνεσθαι συνεισφόρους τοῖς κατὰ καιροὺς | |
| καὶ περιστάσεις ἱσταμένοις ἐν τοῖς νομοῖς | |
| στεφά<ν>οις καὶ ταῖς ἐπιγραφαῖς μηδὲ τὰ ὑπά[ρ]- | |
| χοντα αὐτῶν εἰς τοὺς τοιούτους ἄγ<ε>ιν μερισμοὺς | |
| 30 | μηδὲ τέλεσμα ἐπ’ αὐτῶν καινίζ<ει>ν, διορθουμένους |
| δ̣ὲ̣ τὰ ἄνωθεν εἰς τὸ βασιλικὸν ὑποκείμενα τῆς | |
| [τε σ]ιτοφόρου καὶ ἀμπελίτιδος σιτικὰ καὶ ἀργυρικὰ | |
| γνήσια τελέσματα, πρὸς μηδὲν ἕτερον καθοντινοῦν | |
| τρόπον παρευρέσθει μηδεμιᾷ παρενοχλεῖν. γεινέσθω | |
| 35 | οὖν ἀκολούθως καὶ προσεκτεθήτω{ι} κατὰ νομόν. |