[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 57 BC — SB 3.6156; Fayoum 2.118
| 1 | [ἄσυλον κατὰ π]ρόσταγμα· ᾧ μὴ πρᾶγ[μα]. |
| [τῶι ἐπιστάτηι] Θεαδελφείας· τῆς δεδ[ομένης τῆι θ]εᾷ | |
| [βασιλίσσ]ηι ἐντεύξεως παρὰ τῶν ἱερέ[ων τοῦ ἐν τῆι] κώ- | |
| [μηι Πν]εφερῶτος θεοῦ μεγάλου μετε[νηνεγμένη]ς δ’ | |
| 5 | [ἐφ’ ἡμᾶς] σὺν τῶι πρὸς αὐτὴν προστεταγ[μένωι, τὸ ἀ]ντί- |
| [γραφον ὑ]πόκειται· κατακολούθει οὖν [τοῖς προ]στε[τα]γμέ- | |
| [νοις· ἔρρωσο]· (ἔτους) βʹ, Φαμενὼθ γʹ. | |
| [βασιλίσσηι Βερενί]κηι θεᾶι Ἐπιφανεῖ χα[ίρειν] | |
| [οἱ ἱερεῖς τοῦ Πνεφ]ερῶι θεοῦ μεγάλου [κροκοδεί]λου | |
| 10 | [τοῦ ὄντος ἐν] Θεαδελφείαι τῆ[ς Θεμί]στου μερί- |
| [δος τοῦ Ἀρσινοΐτου]· τυνχάνομεν ἀδιαλ[είπτως] τάς τε | |
| [θυσίας καὶ σπο]νδὰς καὶ καύσεις λύχνων καὶ τἆλ- | |
| [λα τὰ νομιζό]μενα τοῖς θεοῖς ἐπιτελοῦντες ὑπέρ τε | |
| [σοῦ καὶ τῶν π]ρογόνων· πρ[οαιρ]ούμεν[οι] δὲ τ[ὴν το]ῦ ἱεροῦ | |
| 15 | [ἀσυλίαν] ἐπικυρωθῆναι, ἵνα τούτου πρὸ[ς αὔξησιν] ἀγο- |
| μένου πολλῷ μᾶλλον τὰ νομιζόμεν[α τοῖς θ]εοῖς | |
| ὑπέρ σου, καθότι πρόκειται, ἐπιτελῆται, [δεόμε]θα, | |
| καθ’ ἣν ἔχεις πρὸς τὸ θεῖον εὐσέβειαν, π[ρ]ο[στάξ]αι | |
| τὸ [ση]μαινόμενον ἱ[ερ]ὸν καὶ τοὺς προσόντας τό- | |
| 20 | πους, λιβὸς μὲ[ν] ἐπ’ ἀπηλιώτην πήχεις ἑκατὸν δέ[κ]α |
| ἑ̣π̣τ̣ά, νότου [δ’ ἐ]πὶ βορρᾶ ἀπὸ τοῦ γειτνιῶντος ἐγ νότου Βου- | |
| β̣α̣[σ]τίου μέχ[ρι τῶν προ]σόντων ἀπὸ βορρᾶ τάφων τῶν ἀποθε̣ι̣- | |
| [ουμέ]νων ἱε[ρῶν ζῴων] εἶναι ἀσύλο[υς κ]αὶ μηδένα καθ’ ὁν- | |
| [τινο]ῦν τ[ρόπον ἐκ τούτω]ν ἀποβιάζε[σθα]ι, τὸν δὲ φ̣α̣ν̣η̣[σό]- | |
| 25 | [μ]ενον θα[νάτωι ἔνοχον] εἶναι· ὑπὲ[ρ ὧν κ]αὶ γραφῆναι [Δι]οσ[κου]- |
| [ρί]δηι τῶι συγ[γενεῖ καὶ στ]ρατηγῶι [τοῦ ν]ομοῦ προνοηθῆ- | |
| ναι ὡς διὰ [στήλης τῆς π]ρὸς το[ῖς δε]δηλωμένοις τό- | |
| ποις ἐνοικοδο[μη]θησ[ο]μέν[ης ἐ]ν̣γλυφήσεται ὑπέρ τε | |
| σοῦ καὶ τῶν προγόνων ἡ τοῦ δ[ηλ]ουμένου ἱεροῦ καὶ τῶν | |
| 30 | προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξιωμένοις, καθά- |
| [περ ἐ]πὶ τῶν ὁμο[ίων γ]είνεται· τούτου δὲ γενομένου ἔ- | |
| σται τὸ θεῖον μὴ παρατεθεωρημένον· οὐ δυνάμενοι δὲ | |
| [τ]οῦ ἱεροῦ ἀποσπᾶ[σθα]ι, δεδ[ώκ]αμεν τὴν [περὶ τούτων] | |
| [ἐπ]ιτροπὴν Σοκράτ[ηι τ]ῶι μ[άλιστα] τοῦ [ἱε]ροῦ [διὰ παντὸ]ς | |
| 35 | [προι]σταμένωι σχ[εθη]σομέν[ωι] τοῦ τῶν ἠ[ξιωμένων] |
| [ἀποτελέσ]ματος, [ἵν’ ὦ]μεν εὐεργετη[μένοι]· | |
| [διε]υτύχ[ει]. [Διο]σκουρ[ίδηι· γινέσθω]· | |
| [(ἔτους) βʹ, Φαωφὶ ιζʹ]. |