[ ] Eg. — Herakleopolis Magna — (Ihnasya el-Medīna) — 41 BC — SB 4.7337
1 βασίλισσα Κλειοπάτρα θεὰ Φιλοπά<τ>ωρ βασιλεὺς
Πτολεμαῖος ὁ̣ καὶ Καῖσαρ θεὸς Φιλοπάτωρ καὶ
Φιλομήτωρ τῶι στρατηγῶι τοῦ Ἡρακλεοπολίτου
χαίρειν. τὸ ὑποκείμενον πρόσταγμα σὺν τῶι
5 χρηματισμῶι μεταγραφήτω<ι> τοῖς τε ἑλληνικοῖς
καὶ ἐνχωρίοις γράμμασι. καὶ ἐκτεθήτω ἔν τε τῆι
μητροπόλει καὶ εν τοῖς ἐπισημοτάτοις τοῦ νομοῦ
τόποις, καὶ τἆλλα γινέσθω τοῖς προστεταγμένοις
ἀκολούθως.  ἔρρωσο. ἔτους ἐνδεκάτου
10                  Δαισίου ιγʹ, Φαρμοῦθι ιγʹ.
Θέωνι.
τῶν ἀπὸ τῆς πόλεως γεωργούντων δ’ ἐν τῶι
Προσωπίτηι καὶ Βουβαστείτηι ἐντυόντων
ἡμε<ῖ>ν ἐπὶ χρηματισμοῦ τῆι ιεʹ τοῦ Φαμενὼθ
15 κατὰ τῶν π̣ρὸς̣ χρείαι̣ς τῶν νομῶν ὃν τρόπον
οὖτοι, παρὰ τὴν ἡμετέραν π̣ρ̣οαίεσιν καὶ τὰ
πολλάκις ὑπὸ τῶν διοικούντων ἀκολούθως
ἡμῶν τῆι κρίσει ἐπιστελλόμενα, ὑπὲρ τοῦ μηδὲν
πλ̣εῖ̣<ο>ν ἀ̣π̣α̣ι̣τεῖν̣ αὐτοὺς τῶν γνησίων βασιλικῶν,
20 ἐπιβάλλονται παραπράσσειν ταῖς τε ἀγροικικαῖς
καὶ χωρι̣καῖς ξενιζούσαις ἀπαιτήσεσι συνκατα-
ριθμεῖν, μεγάλως μεισοπονηρήσαντες κοινήν
τε καὶ καθολικὴν ἐπέξοδον πάντων κρείνοντες
ποιεῖσθαι προστετάχαμεν τοὺς γεωργοῦντας
25 κατὰ τὴν χώραν τῶν ἀπὸ τῆς πόλεως πάντας
μὴ γείνεσθαι συνεισφόρους τοῖς κατὰ καιροὺς
καὶ περιστάσεις ἱσταμένοις ἐν τοῖς νομοῖς
στεφά<ν>οις καὶ ταῖς ἐπιγραφαῖς μηδὲ τὰ ὑπά[ρ]-
χοντα αὐτῶν εἰς τοὺς τοιούτους ἄγ<ε>ιν μερισμοὺς
30 μηδὲ τέλεσμα ἐπ’ αὐτῶν καινίζ<ει>ν, διορθουμένους
δ̣ὲ̣ τὰ ἄνωθεν εἰς τὸ βασιλικὸν ὑποκείμενα τῆς
[τε σ]ιτοφόρου καὶ ἀμπελίτιδος σιτικὰ καὶ ἀργυρικὰ
γνήσια τελέσματα, πρὸς μηδὲν ἕτερον καθοντινοῦν
τρόπον παρευρέσθει μηδεμιᾷ παρενοχλεῖν. γεινέσθω
35 οὖν ἀκολούθως καὶ προσεκτεθήτω{ι} κατὰ νομόν.
Search Help