[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 57 BC — SB 1.1161,B; Fayoum 2.117
| 1 | ἄσυλον κατὰ πρόσταγμα· ᾧ μὴ πρᾶγμα. |
| τῶι ἐπιστάτηι Θεαδελφείας· τῆς δεδομένης | |
| τῆι θεᾶι βασιλίσσηι ἐντεύξεως παρὰ τῶν ἱερέων | |
| τοῦ ἐν τῆι κώμηι Πνεφερῶτος θεοῦ μεγάλου, μετε- | |
| 5 | νηνεγμένης δ’ ἐφ’ ἡμᾶς σὺν τῶι πρὸς αὐτὴν προστε- |
| ταγμένωι τὸ ἀντίγραφον ὑπόκειται· κατακολού- | |
| θει οὖν τοῖς προστεταγμένοις· ἔρρωσο· (ἔτους) βʹ, Φαμεν(ὼθ) γʹ. | |
| βασιλίσσηι Βερενίκηι [θ]εᾶι Ἐπιφανεῖ χαίρειν | |
| οἱ ἱερεῖς τοῦ Πνεφερῶι θεοῦ μεγάλου κροκοδείλου | |
| 10 | τ̣ο̣ῦ̣ ὄντος ἐν Θεαδελφείαι τῆς Θεμίστου |
| μερίδος τοῦ Ἀρσινοΐτου· τυγχάνομεν ἀδιαλεί- | |
| πτως τάς τε θυσίας καὶ σπονδὰς καὶ καύσεις | |
| λύχνων καὶ τἆλλα τὰ νομιζόμενα τοῖς θε- | |
| οῖς ἐπιτελοῦντες ὑπέρ τε σοῦ καὶ τῶν προγό- | |
| 15 | νων· προαιρούμενοι δὲ τὴν τοῦ ἱεροῦ ἀσυλίαν |
| ἐπικυρωθῆναι, ἵνα τούτου πρὸς αὔξησιν ἀγο- | |
| μένου πολλῷ μᾶλλον τὰ νομιζόμενα | |
| τοῖς θεοῖς ὑπέρ σου, καθότι πρόκειται, ἐ- | |
| πιτελῆται, δεόμεθα, καθ’ ἥν ἔχεις πρὸς | |
| 20 | τὸ θεῖον εὐσέβειαν, προστάξαι τὸ ση- |
| μαινόμενον ἱερὸν καὶ τοὺς προσόντας | |
| τόπους λιβὸς μὲν ἐπ’ ἀπηλιώτην [πήχεις] | |
| [ἑκατὸν δέκα ἑπτά], νότου δ’ ἐπι βορρᾶν ἀπὸ | |
| τοῦ γειτνιῶντος ἐγ νότου Βουβαστιείου | |
| 25 | μέχρι τῶν προσόντων ἀπὸ βορρᾶ τάφων τῶν |
| ἀποθειουμένων ἱερῶν ζῴων εἶναι ἀσύλου[ς], | |
| καὶ μηδένα καθ’ ὁντινοῦν τρόπον ἐκ τούτων [ἀπο]- | |
| βιάζεσθαι, τὸν δὲ φανησόμενον θανάτωι ἔν[ο]- | |
| χον εἶναι· ὑπὲρ ὧν καὶ γραφῆναι Διοσκουρίδηι τῶ[ι] | |
| 30 | συγγενεῖ καὶ στρατηγῶι τοῦ νομοῦ προνοηθῆν[αι] |
| ὡς διὰ στήλης τῆς πρὸς τοῖς δεδηλωμένοις | |
| τόποις ἐνοικοδομηθησομένης ἐνγλυφήσεται | |
| ὑπέρ τε σοῦ καὶ τῶν προγόνων ἡ τοῦ δηλουμένου | |
| <ἱεροῦ> καὶ τῶν προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξιω- | |
| 35 | μένοις, καθάπερ ἐπὶ τῶν ὁμοίων γείνεται· τού- |
| του δὲ γενομένου ἔσται τὸ θεῖον μὴ παρατεθε- | |
| ωρημένον· οὐ δυνάμενοι δὲ τοῦ ἱεροῦ ἀποσπᾶ- | |
| σθαι, δεδώκαμεν τὴν περὶ τούτων ἐπιτροπὴν̣ | |
| Σωκράτηι τῶι μάλιστα τοῦ ἱεροῦ διὰ παντὸς | |
| 40 | προισταμένωι, σχεθησομένωι τοῦ τῶν ἠξιω- |
| μένων ἀποτελέσματος, ἵν’ ὦμεν εὐεργε- | |
| τημένοι· διευτύχει. | |
| Διοσκουρίδηι· γινέσθω· | |
| (ἔτους) βʹ, Φαῶφι ιζʹ. |