[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 70 BC — SB 3.6236; Fayoum 2.114
| 1 | ἄσυλον κατὰ τὰ προστεταγμένα. |
| τῶι ἐπιστάτηι Θεαδελφείας· τῆς δε- | |
| δομένης τοῖς βασιλεῦσιν ἐντεύ- | |
| ξεως παρὰ Φιλίππου τοῦ Τιμοκράτους, | |
| 5 | μετενηνεγμένης δ’ ἐφ’ ἡμᾶς σὺν τῶι |
| γεγονότι πρὸς αὐτὴν χρηματισμῶι ἀν- | |
| τίγραφον συνεσφράγισται· μηδενὶ οὖν | |
| ἐπίτρεπε εἰσβιάζεσθαι εἰς τὰ δηλού- | |
| μενα ἱερὰ ἀκολούθως τοῦς προστετα- | |
| 10 | γμένοις· (ἔτους) ιβʹ, [Θ]ῶυτ κϛʹ. |
| βασιλεῖ Π̣τ̣ο̣λ̣ε̣μ̣α̣ίωι καὶ βασιλίσσηι Κλεοπά- | |
| τραι τῆι καὶ Τρυφαίνηι τῆι ἀδελφῇ, θεοῖς Φιλο- | |
| πάτορσι καὶ Φιλαδέλφοις, χαίρειν | |
| Φίλιππος Τιμοκράτους Κορίνθιος τῶν αʹ {²⁶πρώτων}²⁶ φίλων | |
| 15 | καὶ χ(ιλι)ά(ρχων) καὶ περὶ ὑμᾶς μαχαιροφόρων· ὑπάρχοντος |
| ἐν κώμῃ Θεαδελφείαι τοῦ Ἀρσινοίτου ἱεροῦ Ἴσιδος | |
| Ἐσερέμφιος θεᾶς μεγίστης καὶ ἑτέρου ἱεροῦ | |
| Ἡρακλέους θεοῦ μεγάλου Καλλινίκου, ἐν οἷς καὶ ἱκό- | |
| νες ὑμῶν ἀνάκεινται, τινῶν δὲ παρὰ τὴν ὑμε- | |
| 20 | τέραν προαίρεσιν ἐπιτηδευόντων εἰσβιάζεσ- |
| θαι εἰς τὰ ἱερὰ καὶ τοὺς ἐν τούτοις ἀποτεταγμέ- | |
| νους σκύλλειν, ὑμῶν δέ, μέγιστοι βασιλεῖς, | |
| ἐπάνωθεν τὰ πρὸς τὸ θεῖον εὐσεβῶς διακειμέ- | |
| νων, μάλιστα δὲ πρὸς τὴν μεγίστην θεὰν Ἶσιν, | |
| 25 | βόυλομαι μεταλαβεῖν τῆς ἐξ ὑμῶν πρὸς πάντας |
| μεγαλοψύχου καὶ εὐεργετικῆς ἀπαντήσεως, | |
| ἐπιχωρηθέντος εἶναι τὰ σημαινόμενα ἱερὰ ἄσυλα | |
| [οὐδ]ενὶ ἐφέσεως οὔσης ἐν τούτοις [βί]αιον δια- | |
| πράσσεσθαι πρὸς τὸ ἀπαραποδίστως τὰ νομι- | |
| 30 | ζόμενα τοῖς θεοῖς ἐπιτελεῖσθαι ὑπέρ τε |
| ὑμῶν καὶ τῶν τέκνων· δέομαι ὑμῶν τῶν κοι- | |
| νῶν Σωτήρων, ἀβλαβοῦς ὄντος τοῦ ἀξιώμα- | |
| τος, εἰ δοκεῖ, ἐπιχωρήσαντάς μοι τὸ προκί- | |
| μενον προστάξαι Ἀπολλωνίωι τῶι συγγε- | |
| 35 | νεῖ καὶ στρατηγῶι τοῦ νομοῦ, ὅπως οὗτος |
| γινώσκων τὴν γεγονυῖαν τῶν ἱερῶν ἀσυ- | |
| λίαν κατακολουθῇ τοῖς προστεταγμέ- | |
| νοις μηθενὶ ἐπιτρέπειν παρὰ ταῦτά τι | |
| ἐπιτελεῖν, οὐδενὶ ἐφέσεως οὔσης εἰσ- | |
| 40 | βιάζεσθαι εἰς τὰ ἱερὰ οὐδὲ τοὺς ἱερεῖς |
| περισπᾶν οὐδὲ τοὺς αὐτόθι καταφεύ- | |
| γοντας ἐγβιάζεσθαι οὐδ’ ἄλλο οὐδὲν | |
| ἀδίκημα συντελεῖσθαι πρὸς τὸ ἀνεμ- | |
| ποδίστως τὰ νομιζόμενα τοῖς θεοῖς | |
| 45 | καὶ τὰς ὑμῶν καὶ τῶν τέκνων θυσίας |
| καὶ σπονδὰς ἐπιτελεῖν ἀνατεθῆ- | |
| ναι δὲ καὶ στήλας λιθίνας πρὸ ἑκατέ- | |
| ρου ἱεροῦ κύκλῳ, δι’ ᾧν ἐνγραφήσεται | |
| τὰ ὑφ’ ὑμῶν, μέγιστοι βασιλεῖς, προστε- | |
| 50 | ταγμένα, εἰς τὸ μηθὲν παρὰ ταῦτα |
| ἐπιτελεῖσθαι, ἵν’ ὦ πεφιλανθρωπη- | |
| μένος· {²vac.}² εὐτυχεῖτε. | |
| Ἀπολλωνίωι· γινέσθω· (ἔτους) ιαʹ, Ἐπεὶφ κγʹ. |