[ ]
Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 75 BC — SB 1.3926
| 1 | θεῶν τῆι πόλει τῶν Πτολεμαιέων |
| χαίρειν καὶ ἐρρῶσθαι· | |
| τῆς μετενηνεγμένης ἐφ’ ἡμᾶς | |
| ἀπαγγελίας σὺν τῶι πρὸς αὐτὴν | |
| 5 | προστεταγμένωι ἀντίγραφον |
| ὑπόκειται, ὅπως εἰδότες καταχ[ω]ρίσητε | |
| ἐν τῶι παρ’ ὑμῖν δημοσίωι, ὠς καθήκει, | |
| καὶ ἑαυτῶν ἐπιμελο<ύ>μενοι ἵν’ ὑγιαίνητε· | |
| ἔρρωσθε (ἔτους) ϛʹ, Φαμενὼθ ιβʹ. | |
| 10 | Θέωνι. |
| ῥητήθω οἷς καθήκει τὸ κατεσκευ- | |
| ασμένον ὑπὲρ τῆς ἡμετέρας σωτηρίας | |
| ὑπὸ Καλλιμάχου τοῦ ἐπιστρατήγου | |
| Ἰσίδειον ἀπὸ νότου Πτολεμαΐδος | |
| 15 | ἀτελὲς καὶ ἄσυλον εἶναι σὺν τοῖς |
| περὶ αὐτὸ κατῳκοδομημένοις | |
| οἰηκτηρίοις μέχρι τοῦ τείχους | |
| τῆς πόλεως. | |
| γινέσθω. (ἔτους) ϛʹ, Φαμενὼθ εʹ. |