[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 93 BC — SB 3.6152; Fayoum 2.112
| 1 | ἄσυλον κατὰ πρόσταγμα· ᾧ μὴ πρᾶγμα |
| βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδρω̣ι̣ | |
| θεῶι Φιλομήτορι χαίρειν | |
| οἱ ἱερεῖς Ἴσιδος Σαχύψιος, θεᾶς μεγίστης, | |
| 5 | τῆς πρώτης ἐπιφανείσης, ἱεροῦ τοῦ |
| ὄντος ἐν Θεαδελφείαι τῆς Θεμίστου | |
| μερίδος τοῦ Ἀρσινοΐτου· τοῦ διασαφουμ̣έ̣- | |
| νου ἱεροῦ ὄντος ἁγίου ἔτι ἀπὸ τῶν προγόνων | |
| σου, μέγιστε βασιλεῦ, καὶ τιμῆς καὶ προεδρείας καὶ | |
| 10 | κατὰ τοὺς διαγεγονότας χρόνους τετευχότος, |
| νυνὶ δὲ ἔνιοι τῶν ἀσεβεῖν ἐνχειρούτων παρὰ τὸ κα- | |
| θῆκον ἀναστρεφόμενοι οὐ μόνον ἐγβιάζονται τοὺς | |
| εἰς τοῦτο καταφεύγοντας ἱκέτας, ἀλλὰ καὶ διὰ χει- | |
| ραψίας καὶ τῆς χειρίστης βίας ἀτακτότερον εἰσο- | |
| 15 | δεύοντες ἀφόσια μὲν τελοῦνται ἀσεβήματα παρ’ |
| ἣν ἔχεις, θεότατε βασιλεῦ, πρὸς τὸ θεῖον εὐσέβειαν, | |
| μάλιστα πρὸς τὴν θεὰν Ἶσιν, διὸ δεόμεθά σου τοῦ νι- | |
| κηφόρου θεοῦ, εἰ δοκεῖ, ἐπιχωρῆσαι ἄσυλον ὑπάρχε- | |
| ι τὸ διασαφούμενον ἱερόν, καὶ προθεῖναι στή- | |
| 20 | λας λιθίνας ἐκ τῶν τεσσάρων ἀνέμων, κυκλό- |
| θεν τοῦ ἱεροῦ πήχεσιν πεντήκοντα, ἐχούσας ἐπι- | |
| γραφὰς ἐνδόξως ὧι μὴ πρᾶγμα μὴ εἰσίναι, ὑπέρ | |
| τε σοῦ, μέγιστε βασιλεῦ, εἱς τὸ μηδένα εἰσβι- | |
| άζεσθαι τρόπωι μηδενί, τοὺς δὲ παρὰ ταῦτα π̣ο̣ι̣- | |
| 25 | οῦντας ἐνέχεσθαι ἱεροσ[υλίαι] καὶ πείπτειν ὑπ[ὸ πι]- |
| κροτέραν διάληψ̣ι̣ν̣· π̣ρ̣ο̣σ̣τ̣α̣γ̣έ̣ντος Λυσα[νίαι] | |
| [τῶι] σ̣υνγενεῖ καὶ στρατηγῶι τοῦ νομ[οῦ], κατα- | |
| κολουθήσαντα τοῖς προστεταγμένοις | |
| ἐᾶσαι ἡμᾶς ἐπιτελεῖν τὰ ἠξιωμένα, ὅπ- | |
| 30 | ως πολλῷ μᾶλλον αἵ τε θυσίαι καὶ σπονδαὶ |
| καὶ τἆλλα τὰ νομιζόμενα ὑπέρ τε σοῦ | |
| καὶ τῶν τέκνων καὶ τῶν προγόνων καὶ Ἴσι- | |
| δι καὶ Σαράπιδι ἐπιτελεσθῇ, ἳν’ ὦμεν εὐεργε- | |
| τη<μ>ένοι· εὐτύχει. | |
| 35 | Λυσανίαι · ποιεῖν · |
| (ἔτους) καʹ, Μεχεὶρ ζʹ. |