[ ]
Eg. — Theadelphia (Batn Ihrīt) — 93 BC — SB 3.6153; Fayoum 2.113
| 1 | ἄσυλον κατὰ πρόσταγμα· ὧι μὴ |
| πρᾶγμα. βασιλεῖ Πτολεμαί<ωι> | |
| τῶι καὶ Ἀλεξάνδρωι θε<ῶι> [Φι]<λο>μ̣ή<το>- | |
| ρι χαίρειν οἱ ἱερεῖς Ἴσιδος | |
| 5 | Σαχύψιος, θεᾶς μεγίστης, |
| τῆς πρώτως ἐπιφανείσης, ἱεροῦ | |
| τοῦ ὄντος ἐν Θεαδελφείαι τῆς Θεμίσ- | |
| του μερίδος τοῦ Ἀρσινοΐτου· τοῦ διασα- | |
| φουμένου ἱεροῦ ὄντος ἁγίου ἔτι ἀπὸ τῶν | |
| 10 | προγόνων σου, μέγιστε βασιλεῦ, καὶ τιμῆς |
| καὶ προεδρείας καὶ κα<τὰ> τοὺς διαγεγονό- | |
| τας χρόνους τετευχότος, νυνὶ δὲ ἔνιοι | |
| τῶν ἀσεβεῖν ἐνχειρούτων παρὰ τὸ καθῆκο- | |
| ν ἀναστρεφό<με>νοι οὐ μόνον ἐγβιάζονται τοὺς | |
| 15 | εἰς τοῦ{σ}το {²⁶τοῦτο}²⁶ κατ<α>φεύγοντας ἱκέτας, ἀλλὰ καὶ δι[ὰ] |
| χειραψίας καὶ τῆς χειρίστης βίας ἀτακτότερο[ν] | |
| εἰσοδεύοντες ἀ<φόσια> μὲν τελοῦνται ἀσεβήματα, | |
| παρ’ ἥν ἔχεις, θεότατε βασιλεῦ, πρὸ<ς> τὸ θεῖον εὐ- | |
| σέβειαν, μάλιστα πρὸς τὴν θεὰν Ἶσιν, διὸ δε- | |
| 20 | όμεθά σου τοῦ νικηφόρου <θεοῦ>, εἰ δοκεῖ, ἐπιχωρῆσαι {α} |
| ἄσυλον ὑπάρχειν τὸ διασαφούμεν<ον> ἱερὸν καὶ προ- | |
| θεῖναι στήλας λιθίνας ἐκ τῶν τεσσάρων <ἀνέμων>, κυκλό- | |
| θεν τοῦ ἱεροῦ πήχεσιν {πήχεσιν} πεντήκοντα | |
| ἐχούσας ἐπιγραφὰς ἐνδόξως ὧ[ι] μὴ πρᾶγμα | |
| 25 | μὴ εἰσίναι, ὑπέρ τε σοῦ, μέγιστε βασιλεῦ, εἰ- |
| ς τὸ μηδένα εἰσβιάζεσθαι τρόπωι μηδενί, | |
| τοὺς δὲ παρὰ ταῦτα ποιοῦντας ἐνέχεσθαι | |
| ἱεροσυλ{λ}ίαι {²⁶ἱεροσυλίαι}²⁶ καὶ πείπτειν ὑπὸ πικροτέραν δι- | |
| {δ}άληψιν {²⁶διάληψιν}²⁶· προσταγέντος Λυσανίαι τῶι συγ- | |
| 30 | [γ]ενεῖ καὶ στρατηγῶι τοῦ νομοῦ κατακολο- |
| [υθ]ήσαντα τοῦς προστεταγμένοις ἐᾶσαι ἡ- | |
| [μᾶ]ς ἐπιτελεῖν τὰ ἠξιωμένα, ὅπως πολλῷ | |
| [μ]ᾶλλον αἵ τε θυσίαι καὶ σπονδαὶ καὶ τἆ[λλα] | |
| [τ]ὰ νομιζόμενα ὑπέρ τε σοῦ καὶ τῶ[ν τέ]- | |
| 35 | [κνω]ν καὶ τῶν προγόνων καὶ Ἴσι[δι καὶ Σαρά]- |
| π[ιδι] ἐπιτελεσθῇ, ἵν’ [ὦμεν εὐεργετημένοι]· | |
| εὐτύχει. [Λυσανίαι · ποιεῖν] · | |
| [(ἔτους) καʹ, Μ]εχεὶ̣ρ̣ [ζʹ]. |