[ ]
Nub. — Taphis (Tafa) [Dodekasch.] — 4th/5th c. AD — SB.3.6949 = 5.8546
| 1 | Ἀειζανᾶς βασιλεὺς Ἀξωμιτῶν κα[ὶ] |
| Ὁμηριτῶν καὶ τοῦ Ῥαειδᾶν καὶ Αἰθ- | |
| ιόπων καὶ Σαβαειτῶν καὶ τοῦ Σιλεῆ | |
| καὶ τοῦ Τιαμῶ καὶ Βουγαειτῶν κ(αὶ) το[ῦ] | |
| 5 | Κάσου, βασιλεὺς βασιλέων, υἱὸς θεοῦ |
| ἀνικήτου Ἄρεως, ἀτακτησάντων | |
| κατὰ καιρὸν τοῦ ἔθνους τῶν Βουγαει- | |
| τῶν ἀπεστίλαμεν τοὺς ἡμετέρους | |
| ἀδελφοὺς Σαϊαζανᾶ κ(αὶ) τὸν Ἀδηφᾶ[ν] | |
| 10 | τούτους πολεμῆσαι καὶ παραδεδω- |
| κότων αὐτῶν ὑποτάξαντες αὐτοὺς | |
| ἤγαγον πρὸς ἡμᾶς μετὰ καὶ τῶν θρεμ- | |
| μάτων αὐτῶν, βοῶν τε ͵γριβʹ καὶ προ- | |
| βάτων ͵ϛσκδʹ καὶ κτηνῶν νωτοφόρω[ν χοζʹ], | |
| 15 | θρέψαντες αὐτοὺς βόεσίν τε καὶ ἐπισιτ[ισ]- |
| μῷ ἀννών(ης), ποτίζοντες αὐτοὺς ζύτῳ τε | |
| καὶ οἴνῳ καὶ ὑδρεύμασιν πάντας ἰς χορ- | |
| τασίαν, οἵτινες ἦσαν τὸν ἀριθμὸν βασιλ[ί]- | |
| σκοι ἓξ σὺν τῷ ὄχλῳ αὐτῶν τὸν ἀριθμὸν ͵δυκʹ, | |
| 20 | ἀννωνευόμενοι καθ’ ἑκάστην ἡμέραν ἄρ- |
| τους σιτίνους μυ(ριάδας) βʹ ͵β, κ(αὶ) οἶνον ἐπὶ μῆνας [τέσσα]- | |
| [ρας], ἄχρεις {²⁶ἄχρις}²⁶ οὗ ἀγάγουσιν αὐτοὺς πρὸς ἡμᾶς. το[ύ]- | |
| [τ]ους οὖν, δωρησάμενοι αὐτοῖς πάντα τὰ ἐπι- | |
| τήδια κ(αὶ) ἀμφιάσαντες αὐτούς, μετοικήσαντ[ες] | |
| 25 | κατεστήσαμεν ἴς τινα τόπον τῆς ἡμετέρας χ[ώ]- |
| ρας καλούμενον Μάτλια, κ(αὶ) ἐκελεύσαμεν αὐ- | |
| τούς πάλιν ἀννωνεύεσθαι, παρασχόμενοι | |
| τοῖς ἕξασιν βασιλείσκοις βόας μυ(ριάδας) βʹ ͵<ε>ρμʹ. ὑπὲρ δὲ εὐ- | |
| χαριστίας τοῦ μαι {²⁶με}²⁶ γεννήσαντος ἀνικήτου Ἄρεως | |
| 30 | ἀνέθηκα αὐτῷ ἀνδριάντα χρυσοῦν [ἕν]α κ(αὶ) ἀργύ- |
| ραιον {²⁶ἀργύρεον}²⁶ ἕνα κ(αὶ) χαλκοῦς γʹ ἐπ’ ἀγαθῶι. |