[ ]
Abys. — Adoulis (Zula) — bef. 522-525 AD — Kosmas Ind., Topogr.Chr.2.60-63
| 60.373 | {²Kosmas Indikopl.,Topographia Christ. 2.60-63, I, pp. 373-379 ed. Wolska-Conus}² |
| 17 | <— — —> μεθ’ ἃ ἀνδρείωσας τὰ μὲν ἔγγιστα τοῦ βασιλείου <μου LSm> |
| ἔθνη εἰρηνεύεσθαι κελευσας, ἐπολέμησα καὶ ὑπέταξα μάχαις | |
| 375.3 | τὰ ὑπογεγραμμένα ἔθνη· Γάζη ἔθνος ἐπολέμησα, ἔπειτα |
| Ἀγάμε καὶ Σιγύηνε καὶ νικήσας τὴν ἡμίσειαν πάντων τῶν παρ’ | |
| 5 | αὐτοῖς καὶ αὐτῶν ἐμερισάμην. Αὔα καὶ Ζιγγαβηνὲ καὶ Ἀγγαβὲ |
| καὶ Τιάμαα καὶ Ἀθαγαοὺς καὶ Καλαὰ καὶ Σαμῆνε ἔθνος πέραν | |
| τοῦ Νείλου ἐν δυσβάτοις καὶ χιονώδεσιν ὄρεσιν οἰκοῦντας, | |
| ἐν οἷς διὰ παντὸς νιφετοὶ καὶ κρύη καὶ χιόνες βαθεῖαι, | |
| ὡς μέχρι γονάτων καταδύειν ἄνδρα, τὸν ποταμὸν διαβὰς | |
| 10 | ὑπέταξα, ἔπειτα Λασινὲ καὶ Ζαὰ καὶ Γαβαλὰ οἰκοῦντας παρ’ |
| ὄρε<σ>ι θερμῶν ὑδάτων βλύοντι καὶ καταρρύτῳ. Ἀταλμῶ καὶ | |
| Βεγὰ καὶ τὰ σὺν αὐτοῖς ἔθνη πάντα Ταγγαϊτῶν, τὰ μέχρι τῶν | |
| τῆς Αἰγύπτου ὁρίων οἰκοῦντα, ὑποτάξας πεζεύεσθαι ἐποίησα | |
| τὴν ὁδὸν ἀπὸ τῶν τῆς ἐμῆς βασιλείας τόπων μέχρι Αἰγύπτου, | |
| 15 | ἔπειτα Ἀννινὲ καὶ Μετίνε, ἐν ἀποκρήμνοις οἰκοῦντας ὄρεσι. |
| 61.375.1 | Σεσέα ἔθνος ἐπολέμησα, οὓς καὶ μέγιστον καὶ δυσβα- |
| τώτατον ὄρος ἀνελθόντας περιφρουρήσας κατήγαγον, καὶ | |
| 377.3 | ἀπελεξάμην ἐμαυτῷ τούς τε νέους αὐτῶν καὶ γυναῖκας καὶ |
| παῖδας καὶ παρθένους καὶ πάσαν τὴν ὑπάρχουσαν αὐτοῖς | |
| 5 | κτῆσιν. Ῥαυσῶ ἔθνη μεσόγεια λιβανωτοφόρων βαρβάρων |
| οἰκοῦντα ἐντὸς πεδίων μεγάλων ἀνύδρων, καὶ Σωλάτε ἔθνος | |
| ὑπέταξα, οἷς καὶ τοὺς αἰγιαλοὺς τῆς θαλάσσης φυλάσσειν | |
| ἐκέλευσα. | |
| 62.377.1 | ταῦτα δὲ πάντα τὰ ἔθνη ὄρεσιν ἰσχυροῖς |
| πεφρουρημένα αὐτὸς ἐγὼ ἐν ταῖς μάχαις παρὼν νικήσας καὶ | |
| ὑποτάξας, ἐχαρισάμην αὐτοῖς πάσας τὰς χώρας ἐπὶ φόροις. | |
| ἄλλα δὲ πλεῖστα ἔθνη ἑκόντα ὑπετάγη μοι ἐπὶ φόροις. καὶ | |
| 5 | πέραν δὲ τῆς Ἐρυθρᾶς θαλάσσης οἰκοῦντας Ἀραβίτας καὶ |
| Κιναιδοκολπίτας στράτευμα ναυτικὸν καὶ πεζικὸν διαπεμψά- | |
| μενος, καὶ ὑποτάξας αὐτῶν τοὺς βασιλέας φόρους τῆς γῆς | |
| τελεῖν ἐκέλευσα καὶ ὁδεύεσθαι μετ’ εἰρήνης καὶ πλέεσθαι, ἀπό | |
| τε Λευκῆς κώμης ἕως τῶν Σαβαίων χώρας ἐπολέμησα. | |
| 63.377.1 | πάντα δὲ ταῦτὰ ἔθνη πρῶτος καὶ μόνος βασιλέων τῶν |
| πρὸ ἐμοῦ ὑπέταξα, δι’ ἣν ἔχω πρὸς τὸν μέγιστον θεόν μου | |
| Ἄρην εὐχαριστίαν, ὅς με καὶ ἐγέννησε, δι’ οὗ πάντα τὰ ἔθνη | |
| τὰ ὁμοροῦντα τῇ ἐμῇ γῇ ἀπὸ μὲν ἀνατολῆς μέχρι τῆς λιβανω- | |
| 5 | τοφόρου, ἀπὸ δὲ δύσεως μέχρι τῶν τῆς Αἰθιοπίας καὶ Σάσου |
| 379.6 | τόπων, ὑπ’ ἐμαυτὸν ἐποίησα, ἃ μὲν αὐτὸς ἐγὼ ἐλθὼν καὶ |
| νικήσας, ἃ δὲ διαπεμπόμενος, καὶ ἐν εἰρήνῃ καταστήσας | |
| πάντα τὸν ὑπ’ ἐμοὶ κόσμον κατῆλθον εἰς τὴν Ἀδουλὶ τῷ Διὶ | |
| καὶ τῷ Ἄρεει καὶ τῷ Ποσειδῶνι θυσιάσαι ὑπὲρ τῶν πλοϊζο- | |
| 10 | μένων· ἀθροίσας δέ μου τὰ στρατεύματα καὶ ὑφ’ ἓν ποιήσας, |
| ἐπὶ τούτῳ τῷ τόπῳ καθίσας τόνδε τὸν δίφρον παραθήκην τῷ Ἄρεει | |
| ἐποίησα ἔτει τῆς ἐμῆς βασιλείας εἰκοστῷ ἑβδόμῳ. | |
| Scholia.60,3.1 | Γάζη: σχόλιον· Γάζην λέγει τοὺς Ἀξωμίτας· ἄχρι γ<ὰρ καὶ> τοῦ νῦν Ἀγάζη αὐτοὺς ὀνομάζουσι. LS |
| 60,4.1 | Σιγύηνε: Σιγύηνε τοὺς Σουσκινίτας καλεῖ καὶ τὰ ἐγγὺς αὐτῶν ἔθνη. LS |
| 60,5.1 | Ζιγγαβηνὲ καὶ Ἀγγαβὲ: σχόλιον· τὰ ἐγγὺς Ἀδουλέως λέγει ἔθνη τῶν Τιγρητῶν. LS |
| 60,6.1 | Τιάμαα: Τιάμα τοὺς λεγομένους Τζιαμῶ, καὶ τοὺς Γαμβελὰ καὶ τὰ ἐγγὺς αὐτῶν λέγει ἔθνη τὰ πέραν τοῦ Νείλου. LSV |
| 60,10.1 | Λασινὲ καὶ Ζαὰ καὶ Γαβαλὰ: <τα>ῦτα ἔθνη <ἕ>ως τῆς σήμε<ρο>ν οὕτως <κ>αλοῦνται. V |
| 60,11.1 | Ἀταλμῶ: <το>ὺς Βλέμμυας <οὕτ>ως <γὰρ> καλοῦσιν οἱ Αἰθίοπες· τοὺς Ταγ<γαΐτα>ς <καλεῖ> τοὺς Ἀτια<βιτη> καὶ τοὺς Ἀδρα<—>ς. L |
| 60,15.1 | Ἀννίνε: <Ἀννίνε> καὶ Μετίνε ἕως τοῦ νῦν ταῦτα τὰ ἔθνη οὕτω καλοῦνται. LS |
| 61,1.1 | Σεσέα: τὰ τῆς Βαρβαρίας ἔθνη ἐνταῦθα δηλοῖ. V |
| 61,3.1 | Σωλάτε: Σωλάτε γὰρ τοὺς ἐπὶ τὴν Βαρβαρίαν Τιγρῆτας τοὺς παραλίους λέγει. LS |
| 1 | Σωλάτε: Σολάτε λεγόμενοι Τιγρῆται οἱ παραθ<αλάσσι>οι ἐπὶ τὴν Βαρβαρίαν. V |
| 61,5.1 | Ῥαυσῶ ἔθνη: σχόλιον· τὰ τῆς Βαρβαρίας ἔθνη λέγει. S |
| 62,3.1 | ἐπὶ φόροις: μέχρι τοῦ νῦν ὅλοι οἱ Τιγρῆται τὰ παράλια οἰκοῦσι μέρη ἀπὸ Ἀδουλέως μέχρι τῶν τῆς Βαρβαρίας τόπων. LS |
| 62,5.1 | Ἀραβίτας ἐνταῦθα τοὺς Ὁμηρίτας καλεῖ καὶ Κιναιδοκολπίτας τοὺς παραλίους Ἀδονίτας καλεῖ. LS |
| 1 | πέραν δὲ τῆς Ἐρυθρᾶς θαλάσσης οἰκοῦντας: Ἀρραβίτας καὶ Κιναιδοκολπίτας τοὺς εἰς τὸν Ὁμηρίτην σημαίνει, τούτ’ ἐστὶ τοὺς ἐν τῇ Εὐδαίμονι Ἀρραβίᾳ. V |
| 62,9a.1 | Λευκῆς κώμης: Λευκὴν κόμην καλεῖ τὸ λεγόμενον Λευκόγην ἐπὶ τὰ μέρη τῶν Βλεμμύων ὂν παρὰ θάλασσαν. LS |
| 1 | Λευκῆς κώμης: εἰς τὰ μέρη τῶν Βλεμμύων ἐστὶν κώμη καλουμένη τὸ Λευκογην. V |
| 62,9b.1 | Σαβαίων χώρα πάλιν εἰς τὸν Ὁμηρίτην ἐστίν. V |
| 1 | Σαβέων χώραν τὸν Ὁμηρίτην λέγει. LS |
| 63,1.1 | αὕτη ἡ Σάσου χώρα ὑστάτη ἐστὶν τῶν Αἰθιόπων, ἔνθα |
| καὶ πολὺ χρυσίον ἐστίν, τὸ λεγόμενον τάγχαρας. ἐπέκεινα δὲ ταύτης | |
| ὁ ὠκεανὸς παράκειται, ὥσπερ καὶ τῶν Βαρβαρεωτῶν τῶν καὶ τὸν | |
| λίβανον ἐμπορευομένων. V | |
| 5 | |
| 1 | Αἰθιοπίας καὶ Σάσου τόπων: Σάσου καὶ λιβανωτοφόρον καλεῖ τὰς πέραν |
| τῶν Ἀιθιόπων χώρας, τὴν μὲν Σάσου, εἰς νότον καὶ δύσιν κει- | |
| μένην, τὴν δὲ Βαρβαρίαν εἰς νότον καὶ ἀνατολὴν κειμένην. Βαρβαρία | |
| δέ ἐστὶν ἡ τὸν λίβανον ποιοῦσα γῆ. ἡ δὲ Σάσου χώρα ὑστάτη ἐστὶ | |
| 5 | τῶν Αἰθιόπων, ἔνθα καὶ πολὺ χρυσίον ἐστίν, τὸ λεγόμενον τάγχαρας. |
| ἐπέκεινα δὲ ταύτης ὁ ὠκεανὸς παράκειται, ὥσπερ καὶ τῶν Βαρβαρεωτῶν | |
| τῶν καὶ τὸν λίβανον ἐμπορευομένων. V |