[ ] Abys. — Adoulis (Zula) — bef. 522-525 AD — Kosmas Ind., Topogr.Chr.2.60-63
60.373 {²Kosmas Indikopl.,Topographia Christ. 2.60-63, I, pp. 373-379 ed. Wolska-Conus}²
17 <— — —> μεθ’ ἃ ἀνδρείωσας τὰ μὲν ἔγγιστα τοῦ βασιλείου <μου LSm>
ἔθνη εἰρηνεύεσθαι κελευσας, ἐπολέμησα καὶ ὑπέταξα μάχαις
375.3 τὰ ὑπογεγραμμένα ἔθνη· Γάζη ἔθνος ἐπολέμησα, ἔπειτα
Ἀγάμε καὶ Σιγύηνε καὶ νικήσας τὴν ἡμίσειαν πάντων τῶν παρ’
5 αὐτοῖς καὶ αὐτῶν ἐμερισάμην. Αὔα καὶ Ζιγγαβηνὲ καὶ Ἀγγαβὲ
καὶ Τιάμαα καὶ Ἀθαγαοὺς καὶ Καλαὰ καὶ Σαμῆνε ἔθνος πέραν
τοῦ Νείλου ἐν δυσβάτοις καὶ χιονώδεσιν ὄρεσιν οἰκοῦντας,
ἐν οἷς διὰ παντὸς νιφετοὶ καὶ κρύη καὶ χιόνες βαθεῖαι,
ὡς μέχρι γονάτων καταδύειν ἄνδρα, τὸν ποταμὸν διαβὰς
10 ὑπέταξα, ἔπειτα Λασινὲ καὶ Ζαὰ καὶ Γαβαλὰ οἰκοῦντας παρ’
ὄρε<σ>ι θερμῶν ὑδάτων βλύοντι καὶ καταρρύτῳ. Ἀταλμῶ καὶ
Βεγὰ καὶ τὰ σὺν αὐτοῖς ἔθνη πάντα Ταγγαϊτῶν, τὰ μέχρι τῶν
τῆς Αἰγύπτου ὁρίων οἰκοῦντα, ὑποτάξας πεζεύεσθαι ἐποίησα
τὴν ὁδὸν ἀπὸ τῶν τῆς ἐμῆς βασιλείας τόπων μέχρι Αἰγύπτου,
15 ἔπειτα Ἀννινὲ καὶ Μετίνε, ἐν ἀποκρήμνοις οἰκοῦντας ὄρεσι.
61.375.1 Σεσέα ἔθνος ἐπολέμησα, οὓς καὶ μέγιστον καὶ δυσβα-
τώτατον ὄρος ἀνελθόντας περιφρουρήσας κατήγαγον, καὶ
377.3 ἀπελεξάμην ἐμαυτῷ τούς τε νέους αὐτῶν καὶ γυναῖκας καὶ
παῖδας καὶ παρθένους καὶ πάσαν τὴν ὑπάρχουσαν αὐτοῖς
5 κτῆσιν. Ῥαυσῶ ἔθνη μεσόγεια λιβανωτοφόρων βαρβάρων
οἰκοῦντα ἐντὸς πεδίων μεγάλων ἀνύδρων, καὶ Σωλάτε ἔθνος
ὑπέταξα, οἷς καὶ τοὺς αἰγιαλοὺς τῆς θαλάσσης φυλάσσειν
ἐκέλευσα.
62.377.1                  ταῦτα δὲ πάντα τὰ ἔθνη ὄρεσιν ἰσχυροῖς
πεφρουρημένα αὐτὸς ἐγὼ ἐν ταῖς μάχαις παρὼν νικήσας καὶ
ὑποτάξας, ἐχαρισάμην αὐτοῖς πάσας τὰς χώρας ἐπὶ φόροις.
ἄλλα δὲ πλεῖστα ἔθνη ἑκόντα ὑπετάγη μοι ἐπὶ φόροις. καὶ
5 πέραν δὲ τῆς Ἐρυθρᾶς θαλάσσης οἰκοῦντας Ἀραβίτας καὶ
Κιναιδοκολπίτας στράτευμα ναυτικὸν καὶ πεζικὸν διαπεμψά-
μενος, καὶ ὑποτάξας αὐτῶν τοὺς βασιλέας φόρους τῆς γῆς
τελεῖν ἐκέλευσα καὶ ὁδεύεσθαι μετ’ εἰρήνης καὶ πλέεσθαι, ἀπό
τε Λευκῆς κώμης ἕως τῶν Σαβαίων χώρας ἐπολέμησα.
63.377.1 πάντα δὲ ταῦτὰ ἔθνη πρῶτος καὶ μόνος βασιλέων τῶν
πρὸ ἐμοῦ ὑπέταξα, δι’ ἣν ἔχω πρὸς τὸν μέγιστον θεόν μου
Ἄρην εὐχαριστίαν, ὅς με καὶ ἐγέννησε, δι’ οὗ πάντα τὰ ἔθνη
τὰ ὁμοροῦντα τῇ ἐμῇ γῇ ἀπὸ μὲν ἀνατολῆς μέχρι τῆς λιβανω-
5 τοφόρου, ἀπὸ δὲ δύσεως μέχρι τῶν τῆς Αἰθιοπίας καὶ Σάσου
379.6 τόπων, ὑπ’ ἐμαυτὸν ἐποίησα, ἃ μὲν αὐτὸς ἐγὼ ἐλθὼν καὶ
νικήσας, ἃ δὲ διαπεμπόμενος, καὶ ἐν εἰρήνῃ καταστήσας
πάντα τὸν ὑπ’ ἐμοὶ κόσμον κατῆλθον εἰς τὴν Ἀδουλὶ τῷ Διὶ
καὶ τῷ Ἄρεει καὶ τῷ Ποσειδῶνι θυσιάσαι ὑπὲρ τῶν πλοϊζο-
10 μένων· ἀθροίσας δέ μου τὰ στρατεύματα καὶ ὑφ’ ἓν ποιήσας,
ἐπὶ τούτῳ τῷ τόπῳ καθίσας τόνδε τὸν δίφρον παραθήκην τῷ Ἄρεει
ἐποίησα ἔτει τῆς ἐμῆς βασιλείας εἰκοστῷ ἑβδόμῳ.
Scholia.60,3.1 Γάζη: σχόλιον· Γάζην λέγει τοὺς Ἀξωμίτας· ἄχρι γ<ὰρ καὶ> τοῦ νῦν Ἀγάζη αὐτοὺς ὀνομάζουσι. LS
60,4.1 Σιγύηνε: Σιγύηνε τοὺς Σουσκινίτας καλεῖ καὶ τὰ ἐγγὺς αὐτῶν ἔθνη. LS
60,5.1 Ζιγγαβηνὲ καὶ Ἀγγαβὲ: σχόλιον· τὰ ἐγγὺς Ἀδουλέως λέγει ἔθνη τῶν Τιγρητῶν. LS
60,6.1 Τιάμαα: Τιάμα τοὺς λεγομένους Τζιαμῶ, καὶ τοὺς Γαμβελὰ καὶ τὰ ἐγγὺς αὐτῶν λέγει ἔθνη τὰ πέραν τοῦ Νείλου. LSV
60,10.1 Λασινὲ καὶ Ζαὰ καὶ Γαβαλὰ: <τα>ῦτα ἔθνη <ἕ>ως τῆς σήμε<ρο>ν οὕτως <κ>αλοῦνται. V
60,11.1 Ἀταλμῶ: <το>ὺς Βλέμμυας <οὕτ>ως <γὰρ> καλοῦσιν οἱ Αἰθίοπες· τοὺς Ταγ<γαΐτα>ς <καλεῖ> τοὺς Ἀτια<βιτη> καὶ τοὺς Ἀδρα<—>ς. L
60,15.1 Ἀννίνε: <Ἀννίνε> καὶ Μετίνε ἕως τοῦ νῦν ταῦτα τὰ ἔθνη οὕτω καλοῦνται. LS
61,1.1 Σεσέα: τὰ τῆς Βαρβαρίας ἔθνη ἐνταῦθα δηλοῖ. V
61,3.1 Σωλάτε: Σωλάτε γὰρ τοὺς ἐπὶ τὴν Βαρβαρίαν Τιγρῆτας τοὺς παραλίους λέγει. LS
1 Σωλάτε: Σολάτε λεγόμενοι Τιγρῆται οἱ παραθ<αλάσσι>οι ἐπὶ τὴν Βαρβαρίαν. V
61,5.1 Ῥαυσῶ ἔθνη: σχόλιον· τὰ τῆς Βαρβαρίας ἔθνη λέγει. S
62,3.1 ἐπὶ φόροις: μέχρι τοῦ νῦν ὅλοι οἱ Τιγρῆται τὰ παράλια οἰκοῦσι μέρη ἀπὸ Ἀδουλέως μέχρι τῶν τῆς Βαρβαρίας τόπων. LS
62,5.1 Ἀραβίτας ἐνταῦθα τοὺς Ὁμηρίτας καλεῖ καὶ Κιναιδοκολπίτας τοὺς παραλίους Ἀδονίτας καλεῖ. LS
1 πέραν δὲ τῆς Ἐρυθρᾶς θαλάσσης οἰκοῦντας: Ἀρραβίτας καὶ Κιναιδοκολπίτας τοὺς εἰς τὸν Ὁμηρίτην σημαίνει, τούτ’ ἐστὶ τοὺς ἐν τῇ Εὐδαίμονι Ἀρραβίᾳ. V
62,9a.1 Λευκῆς κώμης: Λευκὴν κόμην καλεῖ τὸ λεγόμενον Λευκόγην ἐπὶ τὰ μέρη τῶν Βλεμμύων ὂν παρὰ θάλασσαν. LS
1 Λευκῆς κώμης: εἰς τὰ μέρη τῶν Βλεμμύων ἐστὶν κώμη καλουμένη τὸ Λευκογην. V
62,9b.1 Σαβαίων χώρα πάλιν εἰς τὸν Ὁμηρίτην ἐστίν. V
1 Σαβέων χώραν τὸν Ὁμηρίτην λέγει. LS
63,1.1 αὕτη ἡ Σάσου χώρα ὑστάτη ἐστὶν τῶν Αἰθιόπων, ἔνθα
καὶ πολὺ χρυσίον ἐστίν, τὸ λεγόμενον τάγχαρας. ἐπέκεινα δὲ ταύτης
ὁ ὠκεανὸς παράκειται, ὥσπερ καὶ τῶν Βαρβαρεωτῶν τῶν καὶ τὸν
λίβανον ἐμπορευομένων. V
5
1 Αἰθιοπίας καὶ Σάσου τόπων: Σάσου καὶ λιβανωτοφόρον καλεῖ τὰς πέραν
τῶν Ἀιθιόπων χώρας, τὴν μὲν Σάσου, εἰς νότον καὶ δύσιν κει-
μένην, τὴν δὲ Βαρβαρίαν εἰς νότον καὶ ἀνατολὴν κειμένην. Βαρβαρία
δέ ἐστὶν ἡ τὸν λίβανον ποιοῦσα γῆ. ἡ δὲ Σάσου χώρα ὑστάτη ἐστὶ
5 τῶν Αἰθιόπων, ἔνθα καὶ πολὺ χρυσίον ἐστίν, τὸ λεγόμενον τάγχαρας.
ἐπέκεινα δὲ ταύτης ὁ ὠκεανὸς παράκειται, ὥσπερ καὶ τῶν Βαρβαρεωτῶν
τῶν καὶ τὸν λίβανον ἐμπορευομένων. V
Search Help