[ ]
Eg. — Alexandria [W.] — El Wardyān Necr. — 2nd/1st c. BC — SEG 15.853
| 1 | χρὴ μέν σε προλιπόντα καλὸν φάος ἠελίοιο |
| καὶ γ̣ρ̣αφίδος τέχνας οὐ τελέσαντα γέρας | |
| στέργειν δακρύσαντας ἐπ’ ἤματι τῶιδε, φέρ<ι>στε, | |
| ὧι σε πικρὸς Μοιρῶν ἐσφετέριξε μίτος. | |
| 5 | ἄρτι γὰρ ἐς πέμ[π]τον σε καὶ <ἰ>κοστὸν λυκάβαντα |
| ἱσταμένη βιοτᾶς ἅρπασε βασκανίη | |
| οἴκων ἐξ ἰδί[ων], Ἀμμώνιε, συγγενέσιν μὲν | |
| οἰκτρότατον [λύ]πας ἀμφιβα[λ]οῦσα γόον, | |
| σοὶ δὲ κλέος με[γ]ακυδὲς ἐπήρατο· πατρίδα σῴζων | |
| 10 | κάτθα[ν]ες, ἀντιπάλων ἀντίος ἱστάμενος, |
| καὶ δορὸ[ς] οὐκ ᾔσχυνας ἀριζάλοιο τίναγμα, | |
| ψυχὰν δὲ στρατιᾶς ἄμμιγα συγκατέθου· | |
| τοὔνεκά σ’ ἡρώεσσι τετιμένον, οὐχὶ θανόντα | |
| κεκλόμεθ’ ἀλλὰ θεοῖς ἶσα καταχθονίοις | |
| 15 | ἁγνοτάταις <σ>πονδαῖσι ποθινοτάταισί τε λοιβαῖς |
| κλῄζομεν, ἀρχαίοις ὡς πάρος ἐστίν ἔθος· | |
| πᾶσι δ’ ἀίμνηστος γίνοι φίλος· ἀγχόθι δή σου | |
| λήθη παρμίμνοι χῶρον ἀν’ εὐσεβέων. |