[ ]
Eg. — Alexandria (El Iskandariya) — 3rd/2nd c. BC — GVI 1620
| 1 | ὁ τύμβος οὐκ ἄσαμος, ἁ δέ τοι πέτρος |
| τὸν κατθανόντα σημανεῖ τίς καὶ τίνος | |
| ἐς Ἀίδαν βέβακεν· ἀλλά μοι σχάσας | |
| τὸ νεκρα<γ>ωγόν, ὦ φίλ’, ἐν πέδωι γόνυ | |
| 5 | κολαπτὸν ἄθρει γράμμα διπτύχοις κόραις· |
| πατὴρ μὲν Εἰρηναῖος, ἁ δέ τοι πατρὶς | |
| Μέμφις, τὸ δ’ οὔνομ’ ἀγορεύετ’ ἐκ βρέφους | |
| ․․․Ι#⁷ΟΣ̣, ὧ̣ι̣ τ̣ὸ̣ φαῦλον οὐ συνείπετο· | |
| — — — — — — — τὰν μοῖραν, ὡς ἐπέδραμε. |