[ ]
Eg. — Herakleopolis Magna — (Ihnasya el-Medīna) — Ptolemaic period — GVI 1873
| 1 | ἀστὴν Ναυκράτεως Μενελάου πατρός, ὁδῖτα, |
| ξείνην εὔξεινος χθὼν ἔχει Ἡρακλέους, | |
| ὠμοτόκοις ὠδῖσι πανυστατίοιο λοχείης | |
| δμηθεῖσαν, Μοιρέων νήμασιν οἰκτροτάτοις, | |
| 5 | εἴκοσι καὶ τρὶς πέντ’ ἐτέων· χείρεσσι δ’ ὅμευνος |
| Ἀρμόδιος κτερίσας τῶιδ’ ἐπέκρυψε τάφωι, | |
| Ἀρσινόην Μάτρωνα, Θεμιστὼ τέκνα λιποῦσαν, | |
| οἷς εἴη λιπαροῦ γήραος ἄχρι μολεῖν. | |
| ἀλλὰ σὺ "χρηστή, χαῖρ’, Ἀμμωνία" ὡς ἔθος, εἰπών | |
| 10 | σώιζου τὸν σαυτοῦ πρὸς δόμον ἀβλαβέως. |
| ἄλλο. | |
| πάτρης καὶ γονέων σ’ οὑμὸς πόθος ἠλλοτρίωσεν. | |
| σοῦ δ’ ἐμὲ τῆς μελέης ἐστέρεσεν θάνατος, | |
| πένθος ἐμοῖσι δόμοις καὶ δάκρυα λυγρὰ λιπούσ<ης> | |
| 15 | τέκνων τ’ ὀρφανικῶν νήπιον ἡλικίην. |
| λυπρὸν ἀεὶ βιοτᾶς, Ἀμμωνὶα, ἐστὶ τὸ λοιπὸν | |
| Ἁρμοδίωι· τὶ δ’ ἐγὼ σοῦ δίχα φῶς ἔθ’ ὁρῶ; | |
| ἄλλο. | |
| λῆξον στερνοτύποιο γόου, παῦσαί με δακρύων, | |
| 20 | ὦ πόσι· μὴ κωφῶι τύμβῳ ἐπιστενάχει. |
| σῶν ψαῦσαι λεχέων Ἀμμωνίαι οὐκέτ’ ἐφικτόν, | |
| Ἁρμόδιε, στυγερὸς γάρ με κέκευθ’ Αἴδης· | |
| οἰκία μοι νεκύων· ἀνεπίστροφα πρὸς φάος Ἠοῦς. | |
| ταῦτα· μάτην λυπροῖς πένθεσιν ἐνδέδεσαι | |
| 25 | στέργε τὰ μέχρι τέλους μοίρης, δόσιν οὔ τινι φυκτὸν |
| ἀνθρώπων· πᾶσιν δ’ ἥδ’ ὑπόκειται ὁδός. | |
| Ἀμμωνία, χρηστή, χαῖρε. | |
| (ἔτους) γʹ, Ἐπεὶφ ιαʹ. |