[ ]
Eg. — Memphis (Mit Riheina) — Saqqāra — 3rd c. BC — SEG 15.876 — Add. ad p. 161
| 1 | ἔσχατον ὠδίνων βάρος, Ἡδύλη, εἶδες ἐκεῖνο, |
| τὴν πικρὴν τέκνου κῆρ[α λο]χευσαμένη. | |
| Ἅιδης γάρ σε ἄστοργος ἐχώρισε κα<ὶ> ξυνομεύνου | |
| καὶ μητρός, στυγνὴ δ’ εἰς Ἀχέροντ’ ἔμολες, | |
| 5 | ἐν δεκάσιν τρισσαῖς ἐτέων καὶ πέντ’ ἐνιαυτοῖς |
| τέρμα βίου μοίρηι στυγνὸν ἐνεγκαμένη· | |
| πλὴν εἰ μή σε ταφα̣ὶ πάτρης Π̣ι̣[σ]ί̣[δ]ισσαν ἔχουσι, | |
| ἡ Δανάου δ’ ἱερὴ Μέμφις ἔκρυψε κόνει· | |
| ἀλλ’ οὖγ γ’ εὐσ[ε]βέων ναίεις μέτα, πατρὶ σύνοικος | |
| 10 | Διογένει, τὸν καὶ ζῶσα πάροιθ’ ἐπόθεις. |
| Αἰακὲ καὶ Μίνως, τήνδ’ εἰς πόσιν εὐνέτιν ἐσθλήν, | |
| Κλειογένη, χὐμεῖς μώμου ἔχοιτε δίχα. |