| 1 | ὁ πρὶν ἐγὼ κατὰ δῆριν ἐν[όπ]λιον ὄρχαμος ἀνδρῶν |
| φῦλα δαϊξάνδρωι χειρὶ τροπωσάμενος, | |
| ἀσκηθὴς ἐν νευσὶ καὶ ἀστυφέλικτος ἐπ’ αἴηι, | |
| πείθ[ων α]ἱμοχαρῆι κ̣ῶ̣[μ]ον Ἐνυαλίου, | |
| 5 | Ἀσίδο[ς] ἐν γυάλ̣[ο]ις ἦ[μο]ς̣ [λ]ῃστῆρας ἀλαλκὼν |
| σκῦλα δοριδμήιτ[ων ἔ]πρα̣θον ἐνδαπίων, | |
| στείχων Αἰγύπτ̣ο̣[υ] κλ̣εινὴν σ̣ταχυμήτορα τύρσιν, | |
| κοιρανίδαις ζαμ̣ενῆ π̣ίσ̣τ̣ιν̣ ἐ̣ν̣ε̣γκάμενος· | |
| νῦν δὲ καθ’ ὀγδο[ά]δη[ς δ]εκ[άδος] στείχοντα κέλευθον | |
| 10 | Ἅ̣δας ὀρφ<ν>αίο<ι>ς ἐγγ̣[υ]ά̣λιξε μυ<χ>ο<ῖ>ς, |
| τέκνων οὐ κατ̣[ιδόντ’] α̣[ἰνὸν] μόρον, ἀλλὰ κ[αὶ] π̣αίδων | |
| παῖδας ἐφ’ ὑστατίωι τέρματι γηροκόμους. | |
| πάτρη γάρ μ’ ἐλόχευσεν Ἀπάμεα, γαῖα δ’ ἔθρεψεν | |
| Αἰγύπτου θνατο<ῖ>ς πᾶσι γεγῶτα φίλον, | |
| 15 | Διάζελμιν, βασιλεῦσι τετειμένον· ὦ παροδῖτα, |
| "χαῖρε", λέγοις, "κούφηι δ’ ἀμφιπέλοιτο κόνις". |