[ ]
Eg. — Naukratis (Kōm Giéif)? — 2nd/1st c. BC — GVI 1002
| 1 | κούρη Νικομάχοιο Λέοντι μ’ ἔτικτεν Ἀπολλῶν |
| Ποντία· ἐσβέσθην δ’ ἑπτακαιεικοσέτης | |
| ἄκων τοῖς σπείρασι δ’ ὁ δύσμορος ἀντὶ τροφείων | |
| δάκρυα καὶ θρήνους ὤπασ’ ἀποφθίμενος. | |
| 5 | τὸν δὲ γονεῖς τιμῶντα φίλοισὶ τε πᾶσι ποθεινόν |
| χῶρος ἔχει λειμών θ’ ἱερὸς εὐσεβέων. | |
| εἴπατε τοῖς στέργουσι γόων λύπης τε πεπαῦσθαι· | |
| θνητῶν γὰρ θνητὸς φὺς Ἀΐδαν ἔμολον. |