[ ] Eg. — Apollonopolis Magna (Idfu) — Hassaia — late Ptolemaic period — GVI 1152
1 — — — — — — — — — — — — — — — — — — — — —ϹΝΝ
  — — — — — — — —ν στέλλομαι εἰς Ἀίδη̣[ν],
[— — — — — — — — Μοίρας δ]ὲ βιοκλωστείρας ἀείδων
[— — — — — — — — ὤ]πασαν εἴς με τύχην,
5 — — — — — — — — — — — — —μενον ἀλλά μ’ ἄωρον
  — — — — — — — — καί μ’ ἀκρίτως θέμενον.
[— — — — — — — — — — κ]ακῶς πανεπόψιον ἄνδρα̣
  — — — — — — — — — —α φίλην προτέρων
[— — — — — — — — — πρ]ὸ̣ς ἀντιπάλους διένεγκ[α]
10 [— — — — — — — — — — — ἐνεγ]κ̣ά̣μενος.
․․․ ἐν μελά̣[θροισιν(?) — — —]Ν̣ λ̣ῦτο καρήνου(?)
[κο]ύρους, οἵ Μ․․․․12-14․․․․#⁷#⁷#⁷— — —
ἀ̣λλ’ οὔ μοι τόσον ἐστὶν ὀδύρεσθαι περὶ τέκνων·
  ἥλικ’ ἀδελφειοῦ συντροφίην ἔλιπον,
15 ὅν ποτέ γ’ οὐκ εἴασκον ἐμεῦ ἀπονόσφι προβῆν̣[αι]
  ἴχνος, ἀεὶ δ’ ὁμό̣νουν νεῦον ἐπισφυρίοις.
οἴμοι, σ̣ὴν φιλίην τίς ἐχώρισεν, ὦ φιλ’ ἀδελφέ,
  ε̣ἰ μὴ κλωστήρων ἀκριτόφυλα γένη;
ὅς μ’ ἔτι καὶ ζώοντα περίσχεο καί γε θαν̣[όντα]
20 [φρ]οντίδι χρυσείηι σῇ με κατεκ̣τ̣έ[ρ]ισ[ας].
ἀ̣λλ’ ἓν ἐγὼ λίτομαι, ψυχήν, σ̣[υνόμ]αιμ’, ἔτι τὴν σή̣[ν]
  μὴ τρύχεσθ’ ἐπ’ ἐ̣μ̣οῖς ἄχθεσι πειθόμενον.
καὶ σὺ δὲ φωνήσας χωστῇ χθονὶ, κοῦφά με θάλπειν,
  ξεῖ[ν]ε, σ̣ὺν εὐτυχίηι β̣[αῖ]νε κατ’ ἀτραπιτόν·
25 εἰμὶ γὰρ εὐέρκτης [Ἀπολ]λώνιος, ὃν βασιλῆ̣ε̣[ς]
  κρίναντες φιλί[αις αἷσι(?) κ]ατηγλάισαν.
          [Ἡρ]ώδης ἔ̣γ̣ραψεν.
Search Help
Contact Us