[ ]
Eg. — Apollonopolis Magna (Idfu) — Hassaia — late Ptolemaic period — GVI 1151
| 1 | [πατρ]ίδ’ ἐμὴν συνγνοὺς καὶ τίς τίνος εἰμὶ προσελθώ[ν], |
| [ξ]εῖνε, σὺν εὐτυχίηι στεῖχε δι’ ἀτραπιτοῦ | |
| εἰμὶ γὰρ εὐκλειοῦς Ἀπολλώνιος ὁ Πτολεμαίου | |
| κοῦρος, ὃν Εὐέρκται μίτρᾳ ἐπηγλάισαν, | |
| 5 | συγγενικῆς δόξης ἱερὸν γέρας· εὔνοια γάρ μιν |
| βαῖνε καὶ εἴσω γᾶς ἄχρι καὶ ὠκεανόν. | |
| τοὔνεκα κἀμὲ πατρὸς καλὸν κλέος εἰσορόωντα | |
| τῆς αὐτῆς ψαύειν θυμὸς ἔθηγ’ ἀρετῆς, | |
| καὶ πατρίδος καλῆς τὸν ἐπάξιον ἑσμὸν ἑλέσθαι, | |
| 10 | αἰπ{υ}είας {²⁶αἰπείας}²⁶ Φοίβου τῆσδ’ ἱερᾶς πόλεως, |
| πατρὸς ἐμοῦ γνωτοῖσι συνεκπλεύσαντα φέριστε | |
| ξεῖνε, ὅτε σκάπτρων ἤ̣λ̣υθ’ Ἄρης Συρίην. | |
| καὶ γενόμην εὔνους, γλυκερὰν τηρῶν ἅμα πίστιν | |
| καὶ δορὶ καὶ τόλμᾳ πάντας ἐνεγκάμενος. | |
| 15 | ὡς δ’ ἐμὲ Μοῖρ’ ἐδάμασσε βιοκλώστειρα, τί σὲ χρὴ |
| τοῦτο μαθεῖν, νόστου μνησάμενον γλυκείου | |
| ἡλικίης ἀκόρητον, ὅτ’ ο̣ὐδὲ φίλων ἐνέπλησα | |
| θυμὸν ἐμῶν τέκνων, ὦν̣ λίπον ἐν θαλάμοις; | |
| ταῦτα μαθών, ὦ ξεῖνε, λ̣έ̣γοις πατρὶ τῶι κτερίσαντι, | |
| 20 | "σαυτὸν μὴ τρύχειν μνησάμενον β̣ιότου" |
| καὶ σοὶ δ’ εὐοδίης τρίβον ὄλβιον εὔχομαι εἶναι | |
| πρός γ’ ἔτι καὶ τέκνοις σοῖσι φιλοφροσύνοις. | |
| Ἀπολλώνιε χρηστέ, χαῖρε. | |
| Ἡρώδου. |