[ ] Eg. — Apollonopolis Magna (Idfu) — Hassaia — late Ptolemaic period — GVI 1151
1 [πατρ]ίδ’ ἐμὴν συνγνοὺς καὶ τίς τίνος εἰμὶ προσελθώ[ν],
[ξ]εῖνε, σὺν εὐτυχίηι στεῖχε δι’ ἀτραπιτοῦ
εἰμὶ γὰρ εὐκλειοῦς Ἀπολλώνιος ὁ Πτολεμαίου
  κοῦρος, ὃν Εὐέρκται μίτρᾳ ἐπηγλάισαν,
5 συγγενικῆς δόξης ἱερὸν γέρας· εὔνοια γάρ μιν
  βαῖνε καὶ εἴσω γᾶς ἄχρι καὶ ὠκεανόν.
τοὔνεκα κἀμὲ πατρὸς καλὸν κλέος εἰσορόωντα
  τῆς αὐτῆς ψαύειν θυμὸς ἔθηγ’ ἀρετῆς,
καὶ πατρίδος καλῆς τὸν ἐπάξιον ἑσμὸν ἑλέσθαι,
10   αἰπ{υ}είας {²⁶αἰπείας}²⁶ Φοίβου τῆσδ’ ἱερᾶς πόλεως,
πατρὸς ἐμοῦ γνωτοῖσι συνεκπλεύσαντα φέριστε
  ξεῖνε, ὅτε σκάπτρων ἤ̣λ̣υθ’ Ἄρης Συρίην.
καὶ γενόμην εὔνους, γλυκερὰν τηρῶν ἅμα πίστιν
  καὶ δορὶ καὶ τόλμᾳ πάντας ἐνεγκάμενος.
15 ὡς δ’ ἐμὲ Μοῖρ’ ἐδάμασσε βιοκλώστειρα, τί σὲ χρὴ
  τοῦτο μαθεῖν, νόστου μνησάμενον γλυκείου
ἡλικίης ἀκόρητον, ὅτ’ ο̣ὐδὲ φίλων ἐνέπλησα
  θυμὸν ἐμῶν τέκνων, ὦν̣ λίπον ἐν θαλάμοις;
ταῦτα μαθών, ὦ ξεῖνε, λ̣έ̣γοις πατρὶ τῶι κτερίσαντι,
20   "σαυτὸν μὴ τρύχειν μνησάμενον β̣ιότου"
καὶ σοὶ δ’ εὐοδίης τρίβον ὄλβιον εὔχομαι εἶναι
  πρός γ’ ἔτι καὶ τέκνοις σοῖσι φιλοφροσύνοις.
         Ἀπολλώνιε χρηστέ, χαῖρε.
                Ἡρώδου.
Search Help