[ ]
Eg. — Koptos (Qift) — Ptolemaic period — GVI 1149
| 1 | ἁγεμόνα Πτολεμαῖον, ὁδοιπόρε, τῆιδέ με κεύθει |
| τύμβος, ἀνὰ κρατερήν φυλόπιδα φθίμενον, | |
| παῖδὰ τε Μηνοόδωρον ἐνὶ πτολέμοισιν ἀταρβῆ | |
| καὶ θρασὺν αἰχμητὴν σημοφόρωι κάμακι, | |
| 5 | εὖτ’ ἐπὶ δυσμενέεσσι Μακηδόνι σύν στρατιώτηι, |
| τοῖο τόθ’ ἁγεμόνων, θούριον ἆγον Ἄρη· | |
| δήϊα δ’ ἐν προμάχοισι καὶ ἄσπετα φῦλα κανόντας | |
| ἀμφοτέρους Ἀίδας ὠμὸς ἐληΐσατο. | |
| κλεινὰ δ’ ὑπὲρ πάτρας θάνομεν θρεπτήρια δόντες, | |
| 10 | γυμνασιάρχος ἐν αἷ καὶ τὸ πάρος γενόμαν, |
| πολλάκι τ’ ἐμ πρυλέεσσιν ἀρήιος, ἔνθα δὲ βουλᾶς | |
| χρῆμα, τὸν ἐκ πραπίδων αἶνον ἐνεγκάμενος. | |
| [ἀλλ]ὰ σύ, καρτερέ, χαῖρε καὶ ἐμ φθιμένοις, Πτολεμαῖε· | |
| [–⏑⏑ –] αὐδήσας {²⁷[ὅν τε προσ]αυδήσας?}²⁷ υἱό<ν>, ὁδῖτ’, ἄπιθι. |