[ ]
Kypros — Salamis — 2nd/1st c. BC — GVI 842
| 1 | τὸ πρὶν ὁ σὺμ Μούσαις στέρξας βίον ἦλθε πρὸ Μοίρας |
| ἀσκέπτους νεκύων εἰς θαλάμους Φιλέας | |
| τρίσσον ἐπ’ εἰκόστωι πλήσας ἔτος· οἱ δ’ ὀλέσαντες | |
| ἐλπίδα τὰν μούναν γηραλέοι γενέται | |
| 5 | μύρονται τὸν ἄνυμφον ἀεὶ γόνον, ἀλλὰ τὸν ἁγνόν, |
| Φερσεφόνη, στείλαις χῶρον ἐς εὐσεβέων. |