[ ]
Kypros — Salamis: Agios Sergios — 2nd c. BC — GVI 1833
| 1 | τύμβε, τίνος τόδε σῆμα; τεὰν ὑπὸ λισσάδα κε[ῖται] |
| τίς, φράσον, οἰκτροτάταν μοῖραν ἐνεγκάμενο[ς]; | |
| Δημῶναξ, Σαλαμὶς ὃν ἐθρέψατο παῖδα φέριστον, | |
| ἐμπορίαις πικρὸν δ’ εἰς Ἀχέροντ’ ἔμολεν, | |
| 5 | πόντον ἐπιπλώσας ἁλιμυρέα καὶ πολυκλαύτωι |
| ματέρι καὶ γενέται στυγνὰ λιπὼν δάκρυα· | |
| οὐχ ἧψαν γὰρ φῶς τὸ γαμήλιον οὐδ’ ὑμέναιον | |
| ἔκλαγον, ἀλλὰ γόους ὀκτακαιεικοσέτους. | |
| οὐ κακός ἐστ’ Ἀΐδας; πάρι[θ]ι, ξένε, "χαῖρε" προσείπας, | |
| 10 | κοινὸν ἐπεὶ θνατοῖς ὁ πλόος εἰς φθιμένους. |