[ ]
Kypros — Salamis — 2nd/1st c. BC — GVI 842
1 | τὸ πρὶν ὁ σὺμ Μούσαις στέρξας βίον ἦλθε πρὸ Μοίρας |
ἀσκέπτους νεκύων εἰς θαλάμους Φιλέας | |
τρίσσον ἐπ’ εἰκόστωι πλήσας ἔτος· οἱ δ’ ὀλέσαντες | |
ἐλπίδα τὰν μούναν γηραλέοι γενέται | |
5 | μύρονται τὸν ἄνυμφον ἀεὶ γόνον, ἀλλὰ τὸν ἁγνόν, |
Φερσεφόνη, στείλαις χῶρον ἐς εὐσεβέων. |