[ ]
Crete, E. — Itanos (Eremoupoli Seteias) — 112/1 BC — IC III iv 10, ll. 20-28
See also:
| I.37 | ... Ἰτάνιοι πόλιν οἰκοῦν- |
| τες ἐπιθαλάσσιον καὶ χώραν ἔχοντες προγονικὴν γειτονοῦσαν τῶι τοῦ Διὸς τοῦ Δικταίου ἱερῶι, ἔχον- | |
| τες δὲ καὶ νήσους καὶ νεμόμενοι, ἐν αἷς καὶ τὴν καλουμένην Λεύκην, θλιβόμενοι κατά τινα̣ς καιροὺς | |
| 40 | ὑπὸ τῶν παρορόντων Πραισίων ἐπεσπάσαντο χάριν βοηθείας καὶ φυλακῆς τῆς τε πόλεως καὶ τῆς χώρας, |
| ἔτι δὲ καὶ τῶν νήσων, τὸν Αἰγύπτου βασιλεύσαντα Πτολεμαῖον, ὡς τὰ παρατεθέντα ἡμῖν περὶ τού- | |
| των γράμματα περιεῖχεν, καὶ τούτωι τῶι τρόπωι διακατεῖχον τοὺς προειρημένους τόπους. {²vac.}² τελευτή- | |
| σαντος δὲ τοῦ Φιλομήτορος βασιλέως Πτολεμαίου καὶ τῶν ἀποσταλέντων ὑπ’ αὐτοῦ χάριν τοῦ συντη- | |
| ρεῖν Ἰτανίοις τήν τε χώραν καὶ τὰς νήσους ἀπαλλαγέντων, οὕτως Ἰτάνιοι καὶ τῆι ἀπὸ τῶν φίλων εὐνοί- | |
| 45 | αι συνχρώμενοι διεφύλασσον τὰ καθ’ ἑαυτούς. ἐνστάντος δὲ κατὰ τὴν Κρήτην πολέμου καὶ μείζονος, |
| ἀνειρημένης δὲ ἤδη καὶ τῆς Πραισίων πόλεος τῆς κειμένης ἀνὰ μέσον Ἰτανίων τε καὶ Ἱεραπυ- | |
| τνίων, οὕτως Ἱεραπύτνιοι τῆς τε νήσου καὶ τῆς χώρας ἀμφισβητεῖν Ἰτανίοις ἐπεβάλοντο, φάμε- | |
| νοι τὴν μέν χώραν εἶναι ἱερὰν τοῦ Ζηνὸς τοῦ Δικταίου, τὴν δὲ νῆσον προγονικὴν ἑαυτῶν ὑπάρ- | |
| χειν. τῶν δὲ παρὰ Ῥωμαίων πρεσβευτῶν τῶν περὶ Σερούιον Σολπίκιον παραγενομένων εἰς Κρήτην | |
| 50 | καὶ τοῦ πολέμου λύσιν λαβόντος κατήντησαν καὶ Ἰτάνιοι ἐπὶ τὴν σύνκλητον· δοθείσης δὲ τῆς ἡμετέ- |
| ρας πόλεος πρότερόν τε καὶ νῦν καὶ τοῦ δόγματος περιέχοντος "ὃν τρόπον ἑκάτεροι ταύτην τὴν | |
| χ̣ώραν καὶ τὴν νῆσον, περὶ οὗ ἡ πρᾶξις ἐνέστηκε, κατεσχηκότες εἴησαν τῆι πρὸ τοῦ ἡμέραι ἢ ὁ πόλε- | |
| μος ἐν αὐτοῖς ἤρξατο, οὗ πολέμου ἕνεκεν Σερούιος Σολπίκιος κἀκείνη ἡ πρεσβεία εἰς Κρήτην ἀπεστά- | |
| λησαν, ὅπως οὕτως κρίνωσιν αὐτοὺς ἔχειν κα̣τέχειν τε καρπίζεσθαί τε ἐξεῖναι", ἔγνωμεν· ἐκ τῆς ὑφ’ ἑκα- | |
| 55 | τέρων γενηθείσης δικαιολογίας, τὴν χώραν [τὴ]ν ὑπὸ τὴν διαμφισβήτησιν ἠγμένην διακατεσχημένην |
| τε ὑπὸ Ἰτανίων καθότι προεκτεθείμεθα ἕω[ς] τοῦ τὸν προδιασεσαφημένον πόλεμον γενηθῆναι, οὖσαν | |
| δὲ καὶ ἀπὸ τῆς ἀρχῆς Ἰτανίων καθ[ό]τι καὶ [οἱ ἐπιδειχ]θέντες ἡμῖν ὑφ’ ἑκατέρων περιορισμοὶ τῆς χώ- | |
| ρας ἐμήνυον ... | |
| II.20 | ... ἡ δὲ σύνκλητος ἐδογμάτισε |
| [ὅπως τὴν χώραν καὶ τὴν νῆσον πολ]έ[μου ἀρ]χὴν ἑλομένου διακατέσχομεν, ἵνα οὕτως κα- | |
| τέ[χω]μεν· πρᾶξιν στρατηγοῦ εἶναι, καὶ ὅπως Λαίλιος δήμον δῷ τὸν ἐν ἡμῖν κρινοῦντα. Λοθέν- | |
| τος δὲ ἡμῖν τοῦ Μαγνήτων δήμου καὶ Γαΐου Λαιλίου ὑπάτου γράψαντος [πρ]ὸς τὸν δῆμον τὸν Μα- | |
| γνήτων [․․․․․․․․․c.22․․․․․․․․․] καὶ τὴν ἐπιστολὴν τὴν ὑπ’ αὐ[τ]οῦ [γ]ραφεῖσαν ἐμ μη- | |
| 25 | [νί(?) ․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] δὲ ὡς ὑφ’ ἡμῶν τε κἀκείνων ὁμόλογον ἐγενήθη· {²vac.}² |
| [․․․․․․․․․․c.25․․․․․․․․․․․] ἴσαντι τὴν νῆσον τὴν καλουμένην Λεύκην καὶ τὴν χώ- | |
| ραν [․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]ος ὁ δῆμος ὁ Μαγνήτων ἔκρινε κατὰ τὸ δό- | |
| [γμα τῆς συνκλήτου ὑπ’] Ἰτανίων [προγο]νικὰς οὔσας καρπίζεσθαι κυρίως. |