[ ] Crete, E. — Itanos (Eremoupoli Seteias) — 112/1 BC — IC III iv 10, ll. 20-28
See also:
I.37 ... Ἰτάνιοι πόλιν οἰκοῦν-
τες ἐπιθαλάσσιον καὶ χώραν ἔχοντες προγονικὴν γειτονοῦσαν τῶι τοῦ Διὸς τοῦ Δικταίου ἱερῶι, ἔχον-
τες δὲ καὶ νήσους καὶ νεμόμενοι, ἐν αἷς καὶ τὴν καλουμένην Λεύκην, θλιβόμενοι κατά τινα̣ς καιροὺς
40 ὑπὸ τῶν παρορόντων Πραισίων ἐπεσπάσαντο χάριν βοηθείας καὶ φυλακῆς τῆς τε πόλεως καὶ τῆς χώρας,
ἔτι δὲ καὶ τῶν νήσων, τὸν Αἰγύπτου βασιλεύσαντα Πτολεμαῖον, ὡς τὰ παρατεθέντα ἡμῖν περὶ τού-
των γράμματα περιεῖχεν, καὶ τούτωι τῶι τρόπωι διακατεῖχον τοὺς προειρημένους τόπους. {²vac.}² τελευτή-
σαντος δὲ τοῦ Φιλομήτορος βασιλέως Πτολεμαίου καὶ τῶν ἀποσταλέντων ὑπ’ αὐτοῦ χάριν τοῦ συντη-
ρεῖν Ἰτανίοις τήν τε χώραν καὶ τὰς νήσους ἀπαλλαγέντων, οὕτως Ἰτάνιοι καὶ τῆι ἀπὸ τῶν φίλων εὐνοί-
45 αι συνχρώμενοι διεφύλασσον τὰ καθ’ ἑαυτούς. ἐνστάντος δὲ κατὰ τὴν Κρήτην πολέμου καὶ μείζονος,
ἀνειρημένης δὲ ἤδη καὶ τῆς Πραισίων πόλεος τῆς κειμένης ἀνὰ μέσον Ἰτανίων τε καὶ Ἱεραπυ-
τνίων, οὕτως Ἱεραπύτνιοι τῆς τε νήσου καὶ τῆς χώρας ἀμφισβητεῖν Ἰτανίοις ἐπεβάλοντο, φάμε-
νοι τὴν μέν χώραν εἶναι ἱερὰν τοῦ Ζηνὸς τοῦ Δικταίου, τὴν δὲ νῆσον προγονικὴν ἑαυτῶν ὑπάρ-
χειν. τῶν δὲ παρὰ Ῥωμαίων πρεσβευτῶν τῶν περὶ Σερούιον Σολπίκιον παραγενομένων εἰς Κρήτην
50 καὶ τοῦ πολέμου λύσιν λαβόντος κατήντησαν καὶ Ἰτάνιοι ἐπὶ τὴν σύνκλητον· δοθείσης δὲ τῆς ἡμετέ-
ρας πόλεος πρότερόν τε καὶ νῦν καὶ τοῦ δόγματος περιέχοντος "ὃν τρόπον ἑκάτεροι ταύτην τὴν
χ̣ώραν καὶ τὴν νῆσον, περὶ οὗ ἡ πρᾶξις ἐνέστηκε, κατεσχηκότες εἴησαν τῆι πρὸ τοῦ ἡμέραι ἢ ὁ πόλε-
μος ἐν αὐτοῖς ἤρξατο, οὗ πολέμου ἕνεκεν Σερούιος Σολπίκιος κἀκείνη ἡ πρεσβεία εἰς Κρήτην ἀπεστά-
λησαν, ὅπως οὕτως κρίνωσιν αὐτοὺς ἔχειν κα̣τέχειν τε καρπίζεσθαί τε ἐξεῖναι", ἔγνωμεν· ἐκ τῆς ὑφ’ ἑκα-
55 τέρων γενηθείσης δικαιολογίας, τὴν χώραν [τὴ]ν ὑπὸ τὴν διαμφισβήτησιν ἠγμένην διακατεσχημένην
τε ὑπὸ Ἰτανίων καθότι προεκτεθείμεθα ἕω[ς] τοῦ τὸν προδιασεσαφημένον πόλεμον γενηθῆναι, οὖσαν
δὲ καὶ ἀπὸ τῆς ἀρχῆς Ἰτανίων καθ[ό]τι καὶ [οἱ ἐπιδειχ]θέντες ἡμῖν ὑφ’ ἑκατέρων περιορισμοὶ τῆς χώ-
ρας ἐμήνυον ...
II.20 ... ἡ δὲ σύνκλητος ἐδογμάτισε
[ὅπως τὴν χώραν καὶ τὴν νῆσον πολ][μου ἀρ]χὴν ἑλομένου διακατέσχομεν, ἵνα οὕτως κα-
τέ[χω]μεν· πρᾶξιν στρατηγοῦ εἶναι, καὶ ὅπως Λαίλιος δήμον δῷ τὸν ἐν ἡμῖν κρινοῦντα. Λοθέν-
τος δὲ ἡμῖν τοῦ Μαγνήτων δήμου καὶ Γαΐου Λαιλίου ὑπάτου γράψαντος [πρ]ὸς τὸν δῆμον τὸν Μα-
γνήτων [․․․․․․․․․c.22․․․․․․․․․] καὶ τὴν ἐπιστολὴν τὴν ὑπ’ αὐ[τ]οῦ [γ]ραφεῖσαν ἐμ μη-
25 [νί(?) ․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] δὲ ὡς ὑφ’ ἡμῶν τε κἀκείνων ὁμόλογον ἐγενήθη· {²vac.}²
[․․․․․․․․․․c.25․․․․․․․․․․․] ἴσαντι τὴν νῆσον τὴν καλουμένην Λεύκην καὶ τὴν χώ-
ραν [․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]ος ὁ δῆμος ὁ Μαγνήτων ἔκρινε κατὰ τὸ δό-
[γμα τῆς συνκλήτου ὑπ’] Ἰτανίων [προγο]νικὰς οὔσας καρπίζεσθαι κυρίως.
Search Help