[ ] Crete, Ctr. — Gortyna (Hagioi Deka) — ca. 200-189 BC or 216-204 BC? — IC IV 186,B (A) + 187 (B)
See also:
A.1 ἀγαθᾶι θύχαι. κορμιόντων Γόρτυνι μὲν ἐπὶ τᾶς Ἀρχηίας τῶ[ν]
σὺν Εὐρύττονι τῶ Μενοντίδα, Λάππαι δ’ ἐπὶ τῶν σὺν Ἄρχω[νι]
τῶ Ἀντιόχω, τά[δε] συνέθεντο Γορτύνιοι καὶ Λαππαῖοι· συν-
μαχησῆν ἀλλάλοις τὰν ἅπαντα χρόνον ἁπλόως καὶ ἀδόλως,
5 κἠψῆθθαι τὸν Λαππαῖον [τ]οῖς Γορτυνίοις καὶ πολέμω χ[ί]-
ρήνας ὁπυῖ κα παρκαλίωντι οἱ Γορτύνιοι, καὶ τὸν αὐτὸν φίλον κἠ-
χθρὸν ἑξῆν τοῖς Γορτυνίοις· κ’ αἴ τίς κα πολεμῇ τοῖς Γορτυνίοις,
ἢ φρώριον ἢ λιμένας καταλαμβάνῃ ἢ χώρας ἀποτάμνηται, βοαθιόν-
των οἱ Λαππαῖοι τοῖς Γορτυνίοις καὶ κατὰ γᾶν καὶ κατὰ θάλαθθαν
10 παντὶ σθένει ἐς τὸ δυνατόν· κατὰ τὰ αὐτὰ δὲ κ’ αἴ τίς κα τοῖς Λαπ-
παίοις πολεμῇ ἢ ἀποτάμνηται χώρας ἇς ἔχοντες πορτῆυθον
ἐς τὰν πορτὶ Γορτυνίονς φιλίαν καὶ συ[μ]μαχίαν, ἢ φρώρια ἢ λιμέ-
νας καταλαμβάνηται, βοαθιόντων οἱ Γορτύνιοι τοῖς Λαππαίοις
καὶ κατὰ γᾶν καὶ κατὰ θάλαθθαν ἀπροφασίστως παντὶ σθέ-
15 νει ἐς τὸ δυνατόν. ἐξα̣γωγὰν δ’ ἦμεν τῶι τε Γορτυνίωι Λάπ-
πα̣θεν καὶ τῶι Λαππαίωι Γορτύναθεν πάντων, κατὰ γᾶν μὲν
ἀτελεί, κατὰ θάλαθθαν δὲ καταβάλλοντανς τέλη κατὰ τὸνς
νόμονς τὸνς ϝεκατερῆ κειμένονς ὑπὲρ τῶν ἐνλιμενίων.
ὀμοσάντων δ’ οἱ μὲν Γορτύνιοι τοῖς Λαππαίοις οἱ ἄνδρες ἐπὶ θυ-
20 [μάτων νεοκαύτων(?) — — — — — — — — — — — — — — — — — — — — — — —]
B [— — — — — — — —]
1 [αἰ μὲν ἐπ]ιορκίοιμι, ἐμμανέ[ανς]
[ἦμεν τὸνς θι]ὸνς πάντανς καὶ [πάν]-
[σανς]· εὐορκίοντι ἀξίαν [— — — — — —]
[— — — — — — — —]
Search Help