[ ] Crete, Ctr. — Gortyna — ca. 200-150 BC
A [— — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — ῥά]χος καὶ φρύγανα, ἐσπρεμμίττεν δὲ τὰσχίνους·
μή, μηδ’ ἐς ἀκάτιον, ἐξῆμεν ξύλα παῖεν ἀλλ’ ἢ ῥάχος κα[ὶ]
φρύγανα· αἰ δὲ μή, κύριος ἔστω ὁ παρτυχὼν ἀφελόμε-
νος κατὸ ἀρχαῖον.       vacat
5           vacat
B.1 ἀγαθᾶι θύχαι. κορμιόντων Γόρτυνι μὲν ἐπὶ τᾶς ἀρχήιας τῶ[ν]
σὺν Εὐρύττονι τῶ Μενοντίδα, Λάππαι δ’ ἐπὶ τῶν σὺν Ἄρχω[νι]
τῶ Ἀντιόχω, τά[δε] συνέθεντο Γορτύνιοι καὶ Λαππαῖοι, συν-
μαχησῆν ἀλλάλοις τὸν ἅπαντα χρόνον ἁπλόως καὶ ἀδόλως,
5 κἠψῆθθαι τὸν Λαππαῖον [τ]οῖς Γορτυνίοις καὶ πολέμω χ[ἰ]-
ρήνας ὁπυῖ κα παρκαλίωντι οἱ Γορτύνιοι, καὶ τὸν αὐτὸν φίλον κἠ-
χθρὸν ἑξῆν τοῖς Γορτυνίοις· κ’ αἴ τίς κα πολεμῇ τοῖς Γορτυνίοις,
ἢ φρώριον ἢ λιμένας καταλαμβάνῃ ἢ χώρας ἀποτάμνηται, βοαθιόν-
των οἱ Λαππαῖοι τοῖς Γορτυνίοις καὶ κατὰ γᾶν καὶ κατὰ θάλαθθαν
10 παντὶ σθένει ἐς τὸ δυνατόν· κατὰ τὰ αὐτὰ δὲ κ’ αἴ τίς κα τοῖς Λαπ-
παίοις πολεμῇ ἢ ἀποτάμνηται χώρας ἇς ἔχοντες πορτῆυθον
ἐς τὰν πορτὶ Γορτυνίονς φιλίαν καὶ συ[μ]μαχίαν, ἢ φρώρια ἢ λιμέ-
νας καταλαμβάνηται, βοαθιόντων οἱ Γορτύνιοι τοῖς Λαππαίοις
καὶ κατὰ γᾶν καὶ κατὰ θάλαθθαν ἀπροφασίστως παντὶ σθέ-
15 νει ἐς τὸ δυνατόν. ἐξα̣γωγὰν δ’ ἦμεν τῶι τε Γορτυνίωι Λάπ-
πα̣θεν καὶ τῶι Λαππαίωι Γορτύναθεν πάντων, κατὰ γᾶν μὲν
ἀτελεί, κατὰ θάλαθθαν δὲ καταβάλλοντανς τέλη κατὰ τὸνς
νόμονς τὸνς ϝεκατέρη κειμένονς ὑπὲρ τῶν ἐνλιμενίων.
ὀμοσάντων οἱ μὲν Γορτύνιοι τοῖς Λαππαίοις οἱ ἄνδρες ἐπιθυ-
20 [— — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help