[ ]
Crete, Ctr. — Gortyna (Hagioi Deka) — ca. 200-189 BC or 216-204 BC? — IC IV 186,B (A) + 187 (B)
| A.1 | ἀγαθᾶι θύχαι. κορμιόντων Γόρτυνι μὲν ἐπὶ τᾶς Ἀρχηίας τῶ[ν] |
| σὺν Εὐρύττονι τῶ Μενοντίδα, Λάππαι δ’ ἐπὶ τῶν σὺν Ἄρχω[νι] | |
| τῶ Ἀντιόχω, τά[δε] συνέθεντο Γορτύνιοι καὶ Λαππαῖοι· συν- | |
| μαχησῆν ἀλλάλοις τὰν ἅπαντα χρόνον ἁπλόως καὶ ἀδόλως, | |
| 5 | κἠψῆθθαι τὸν Λαππαῖον [τ]οῖς Γορτυνίοις καὶ πολέμω χ[ί]- |
| ρήνας ὁπυῖ κα παρκαλίωντι οἱ Γορτύνιοι, καὶ τὸν αὐτὸν φίλον κἠ- | |
| χθρὸν ἑξῆν τοῖς Γορτυνίοις· κ’ αἴ τίς κα πολεμῇ τοῖς Γορτυνίοις, | |
| ἢ φρώριον ἢ λιμένας καταλαμβάνῃ ἢ χώρας ἀποτάμνηται, βοαθιόν- | |
| των οἱ Λαππαῖοι τοῖς Γορτυνίοις καὶ κατὰ γᾶν καὶ κατὰ θάλαθθαν | |
| 10 | παντὶ σθένει ἐς τὸ δυνατόν· κατὰ τὰ αὐτὰ δὲ κ’ αἴ τίς κα τοῖς Λαπ- |
| παίοις πολεμῇ ἢ ἀποτάμνηται χώρας ἇς ἔχοντες πορτῆυθον | |
| ἐς τὰν πορτὶ Γορτυνίονς φιλίαν καὶ συ[μ]μαχίαν, ἢ φρώρια ἢ λιμέ- | |
| νας καταλαμβάνηται, βοαθιόντων οἱ Γορτύνιοι τοῖς Λαππαίοις | |
| καὶ κατὰ γᾶν καὶ κατὰ θάλαθθαν ἀπροφασίστως παντὶ σθέ- | |
| 15 | νει ἐς τὸ δυνατόν. ἐξα̣γωγὰν δ’ ἦμεν τῶι τε Γορτυνίωι Λάπ- |
| πα̣θεν καὶ τῶι Λαππαίωι Γορτύναθεν πάντων, κατὰ γᾶν μὲν | |
| ἀτελεί, κατὰ θάλαθθαν δὲ καταβάλλοντανς τέλη κατὰ τὸνς | |
| νόμονς τὸνς ϝεκατερῆ κειμένονς ὑπὲρ τῶν ἐνλιμενίων. | |
| ὀμοσάντων δ’ οἱ μὲν Γορτύνιοι τοῖς Λαππαίοις οἱ ἄνδρες ἐπὶ θυ- | |
| 20 | [μάτων νεοκαύτων(?) — — — — — — — — — — — — — — — — — — — — — — —] |
| B | [— — — — — — — —] |
| 1 | [αἰ μὲν ἐπ]ιορκίοιμι, ἐμμανέ[ανς] |
| [ἦμεν τὸνς θι]ὸνς πάντανς καὶ [πάν]- | |
| [σανς]· εὐορκίοντι ἀξίαν [— — — — — —] | |
| [— — — — — — — —] |