| A | [— — — — — — — — — — — — — — — — — — — — — — —] |
| 1 | [— — — ῥά]χος καὶ φρύγανα, ἐσπρεμμίττεν δὲ τὰσχίνους· |
| μή, μηδ’ ἐς ἀκάτιον, ἐξῆμεν ξύλα παῖεν ἀλλ’ ἢ ῥάχος κα[ὶ] | |
| φρύγανα· αἰ δὲ μή, κύριος ἔστω ὁ παρτυχὼν ἀφελόμε- | |
| νος κατὸ ἀρχαῖον. vacat | |
| 5 | vacat |
| B.1 | ἀγαθᾶι θύχαι. κορμιόντων Γόρτυνι μὲν ἐπὶ τᾶς ἀρχήιας τῶ[ν] |
| σὺν Εὐρύττονι τῶ Μενοντίδα, Λάππαι δ’ ἐπὶ τῶν σὺν Ἄρχω[νι] | |
| τῶ Ἀντιόχω, τά[δε] συνέθεντο Γορτύνιοι καὶ Λαππαῖοι, συν- | |
| μαχησῆν ἀλλάλοις τὸν ἅπαντα χρόνον ἁπλόως καὶ ἀδόλως, | |
| 5 | κἠψῆθθαι τὸν Λαππαῖον [τ]οῖς Γορτυνίοις καὶ πολέμω χ[ἰ]- |
| ρήνας ὁπυῖ κα παρκαλίωντι οἱ Γορτύνιοι, καὶ τὸν αὐτὸν φίλον κἠ- | |
| χθρὸν ἑξῆν τοῖς Γορτυνίοις· κ’ αἴ τίς κα πολεμῇ τοῖς Γορτυνίοις, | |
| ἢ φρώριον ἢ λιμένας καταλαμβάνῃ ἢ χώρας ἀποτάμνηται, βοαθιόν- | |
| των οἱ Λαππαῖοι τοῖς Γορτυνίοις καὶ κατὰ γᾶν καὶ κατὰ θάλαθθαν | |
| 10 | παντὶ σθένει ἐς τὸ δυνατόν· κατὰ τὰ αὐτὰ δὲ κ’ αἴ τίς κα τοῖς Λαπ- |
| παίοις πολεμῇ ἢ ἀποτάμνηται χώρας ἇς ἔχοντες πορτῆυθον | |
| ἐς τὰν πορτὶ Γορτυνίονς φιλίαν καὶ συ[μ]μαχίαν, ἢ φρώρια ἢ λιμέ- | |
| νας καταλαμβάνηται, βοαθιόντων οἱ Γορτύνιοι τοῖς Λαππαίοις | |
| καὶ κατὰ γᾶν καὶ κατὰ θάλαθθαν ἀπροφασίστως παντὶ σθέ- | |
| 15 | νει ἐς τὸ δυνατόν. ἐξα̣γωγὰν δ’ ἦμεν τῶι τε Γορτυνίωι Λάπ- |
| πα̣θεν καὶ τῶι Λαππαίωι Γορτύναθεν πάντων, κατὰ γᾶν μὲν | |
| ἀτελεί, κατὰ θάλαθθαν δὲ καταβάλλοντανς τέλη κατὰ τὸνς | |
| νόμονς τὸνς ϝεκατέρη κειμένονς ὑπὲρ τῶν ἐνλιμενίων. | |
| ὀμοσάντων οἱ μὲν Γορτύνιοι τοῖς Λαππαίοις οἱ ἄνδρες ἐπιθυ- | |
| 20 | [— — — — — — — — — — — — — — — — — — — — — — — —] |
IC IV
186