[ ]
Crete, E. — Itanos — 1st c. BC
| 1 | κείμεθ’ ὁμοῦ τρεῖς παῖδες ὁμαίμονες ἥρωες ἁγνοὶ |
| Δάμων καὶ Φείδων καὶ Ἀμμώνιος ὄβριμα τέκνα. | |
| χαῖρε πατὴρ γλυκερὲ Ἀμμώνιε· πάντα γὰρ ἡμῖν | |
| ἐξ ἀρχῆς ἐπόεις δόξῃ ἀγαλλόμενος, | |
| 5 | γλάθιας ἐκπλήκτους ἱλαρὰς καὶ πᾶσι θεοῖσι |
| τὰς θυσίας ἐπόεις ταῖς παρά σου δαπάναις, | |
| εἶτ’ ἀγέλας, μετέπειτα γάμους πάντας μετὰ δόξας | |
| θοινοδοτῶν, ἱλαρῶς τέρπεσιν εὐφροσύνης. | |
| νῦν δὲ ναὸν καὶ ἄλσος ἀφηρωϊσμένον ἁγνὸν | |
| 10 | τὰς παρὰ τῆς πατρίδος λαμβάνομεν χάριτας· |
| δόγμασι δημοσίοις γεγενήμε<θ>α ἥρ<ω>ες ἁγνοί. | |
| εὐψυχῖτε γονεῖς ἀγαθοί, παύσασθε μερίμνας, | |
| καὶ λύπης παῦσαι μῆτερ· λαμπρὰ μετὰ λαμπρῶν | |
| τὰς θυσίας ποίει κηρία καὶ λίβανον. | |
| 15 | καὶ γὰρ τῷ Μίνωι καὶ τοῖς μετὰ Μίνοα πᾶσι |
| ἥρωσιν φέρεται ταῦτα ἀπὸ τῆς πατρίδος. |