| face A.1 | [ἄξιο]ν οὐνόματος φοβεσάνορα θυμὸν ἐνα[—×] |
| [εἶχ]ε Λέων Θέννα κοῦρος ἀριφραδέος, | |
| [ὃν] τέκεν ἁ περίφρων Δαματρία εὐπατέρεια | |
| ἀγλαΐαν πάτραι, χάρμα δὲ συνγενέσιν, | |
| 5 | οἳ καὶ τρὶς τόσον ἄχθος ὑπὸ σπλάνχνοισιν ἄ[λαστον] |
| εἵλκυσαν εἰς Λάθας ἐρχομένου θάλαμον. | |
| Νύμφαι δ’ Ὑδριάδες καὶ ὁμέστιος οὔρεσιν Ἀχώ, | |
| τοξότα δίζηνται σὰν σκυλάκων τε βοάν. | |
| face B.1 | οὐ δορί με δμα[θέ]ντ[α ⏑–⏕–⏑⏑–—]αν |
| φοίνιος ἀντιπάλοις εἰς ἔριν ἐρχόμενον, | |
| ἀλλὰ Τύχη μ’ ἔσφηλε νόσωι παραδοῦσ’ ἀνακ̣[έστωι]. | |
| καὶ λείπω θαλάμους ὀρφανικοὺς γονέων, | |
| 5 | κοὐκέτι τοξοσύναισι χαρεὶς διὰ λισσάδα πέτραν |
| θωΰξω σκυλάκων τερπνὸν ἀγαλλόμενος, | |
| λυπρὰ δὲ πένθεα ματρὶ κασιγνήταισί τε δισσαῖς | |
| καὶ Θένναι γενέται πένθος ἄλαστον ἀεί, | |
| νήπιον ἐν θαλάμοισιν ἔχων βρέφος ὀρφανὸν ὥς τις | |
| 10 | Σειρὴν τειραμένα πολλάκις ἐξ στόματος. |
| ἀλλ’ Ἀΐδα λυπηρέ, καὶ εἰ μάλα καρτερός ἐσσι, | |
| παῖδα Λέωνα οἴκων τάξον ἐπ’ εὐσεβέων. |
IC III
iv 39