[ ]
Kos Isl. — Isthmos: Kephalos — 2nd c. BC — BSAAlex 40 (1953) 35-62 — cf. SEG 28.695
See also:
[— — — — — — — — — — — — — — — — —](?) | |
1 | [ἱερὸν ἔστω τόδε] τὸ τέ[μενος καὶ τὸ] vvvvv |
ἱερὸν Ἀρτέμιτο[ς ․․․․․․․․]ας καὶ Διὸς Ἱκ[ε]- | |
σίου καὶ Θεῶν Πατρώιων· ἀνέθηκε δὲ | |
Πυθίων Στασίλα καὶ ἁ ἱέρεια 〚[․․․․]〛 παιδ- | |
5 | ίον ὧι ὄνομα Μακαρῖνος ἐλεύθερον ἱε- |
ρὸν τᾶς θεοῦ, ὅπως ἐπιμέληται τοῦ ἱερο[ῦ] | |
καὶ τῶν συνθυόντων πάντων διακονῶν | |
καὶ ὑπηρετῶν ὅσσωγ κα δῇ ἐν τῶι ἱερῶι· | |
ἐπιμελέσθω καὶ Μακαρῖνος καὶ τῶν ἄλλων | |
10 | ἱερῶν καὶ βεβάλων καθάπερ καὶ ἐν τᾶι ἱερᾶι δέλ- |
τωι γέγραπται, καὶ τῶν λοιπῶν ὧγ καταλεί- | |
πει Πυθίων καὶ ἁ ἱέρεια· τοῖς δὲ ἐπιμελομέ- | |
νοις καὶ συναύξουσι τὸ ἱερόν, εὖ αὐτοῖς | |
ἔη καὶ αὐτοῖς καὶ τέκνοις εἰς τὸν ἀεὶ χρόνον· | |
15 | ἁγνὸν εἰσπορεύεσθαι —— τὸ δὲ ἱερὸν ἔστω |
τῶν υἱῶν πάντων κοινόν —— ἀπὸ λεχοῦς καὶ | |
ἐγ δια<φθ>ορᾶς ἁμέρας δέκα, ἀπὸ γυναικὸς τρεῖ[ς]. |