[ ]
Italia — Roma — undated — IG XIV 1890
| 1 | Θεοῖς ❦ Καταχθονίοις. |
| ἐνθάδ’ ἐγὼ κεῖμαι Ὀλυμπία ∙ ἐτῶν | |
| κβʹ ∙ / Ἕλλην μὲν τὸ γένος, πατρὶς δέ μοι ἦτον | |
| Ἀπάμεα ∙ / οὐδένα λοιπήσασα / οὐ μεικροῦ ψυχήν, οὐ μεγάλου | |
| 5 | κραδίην ∙ / στήλην δ’, ἣν ἐπύησα κατὰ χθόνα δάκρυσι θερμοῖς, / |
| παρθένον ἣν ἔλαβον, Σωτᾶς Ὀλυμπιάδι πέποικα ∙ / στοργὴ | |
| γὰρ μεγάλη τῶν ἀμφοτέρων διέμεινεν ∙ / ὡς ὅπου φῶς | |
| τὸ γλυκὺν παρέμεινε ἀκτεῖσι ἐπιλάμπων ∙ / ἡδὺν ἀπὸ | |
| στόματος καὶ γλυκὺν ὡς μελίτιν ∙ / ταύτην τὴν στ̣ή- | |
| 10 | λην ἐπύησα Σωτᾶς σε φιλήσας ∙ / ψυχῇ διψώσῃ |
| ψυχρὸν ὕδωρ μετάδ<ο>ς· | |
| ❦ ἀδε<λ>φὸς ταύτης ἐπέγραψεν. ❦ |