[ ]
Italia — Roma — 3rd c. AD? — IG XIV 1883 — GVI 1866
| 1 | τίς ἦν σε ὁ θρέψας ∶ ἦν Κίλιξ Ἀθήναιος ∶ |
| χρηστὸν τὸ θρέμμα· τίς καλῆι ∶ Νουμήνιος. | |
| πόσων δ’ ἔθνηισκες τῶν ἐτῶν ∶ δὶς εἴκοσιν. | |
| ἐχρῆν σ’ ἔτι ζῆν ∶ ἀλλὰ καὶ θανεῖν ἐχρῆν ∶ | |
| 5 | γενναῖά σου καὶ χαῖρε ∶ καὶ σύ γ’, ὦ ξένε· |
| σοὶ γὰρ μέτεστιν ἔτι χαρᾶς, ἡμῖν δ’ ἅλις. |