Proxeny decree for Pythonax, son of Damasippos, of Lampsakos.
L-shaped base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 293
| 1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, |
| ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου τοῦ δευτέρου, | |
| Παράμυθος Κρατίνου εἶπεν· ἐπειδὴ Πυθῶναξ | |
| εὔνους ὢν διατελεῖ τῆι τε πόλει Ὠρωπίων | |
| 5 | καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ παν- |
| τὶ καιρῶι τὸ συμφέρον πράττει, δεδόχθαι τῆι βου- | |
| λῆι καὶ τῶι δήμωι· Πυθώνακτα Δαμασίππου Λαμ- | |
| ψακηνὸν πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί- | |
| ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς | |
| 10 | καὶ οἰκίας ἔνκτησιν καὶ ἀσφάλειαν καὶ ἀ- |
| συλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ | |
| γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὑ- | |
| πάρχειν αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προ- | |
| ξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται. |