Proxeny decree for Balakros, son of Euphronios, of Athens. Base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 304
| 1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου |
| Ἐπικράτου, vvvvv Ἀμφίνικος Πυθίωνος εἶπεν· ἐπειδὴ Βάλακρος [εὔ]- | |
| νους ὢν διατελεῖ τῆι τε πόλει καὶ ἰδίαι τῶν πολιτῶν ἀεὶ τοῖς χρεί[αν ἔ]- | |
| [χ]ουσιν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Βάλακρον Εὐφρονίο̣[υ Ἀθη]- | |
| 5 | [να]ῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόν[ους] |
| καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ πο[λέ]- | |
| μου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ ἀτέλειαν κ̣[α]- | |
| θάπερ καὶ τοῖς ἄλλοις προξένοις. |