Proxeny decree for Rhodon, son of Rhodokles, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 299
| 1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ν[ικ]ασαρέτου, ἐπὶ πόλεως δὲ |
| Μητροδώρου, ἱερέως τοῦ Ἀμφιαράου Φαινίου, μηνὸς Ἀλαλκο- | |
| μενείου, Ἄσωπος Δέρκωνος εἶπεν· προβεβουλευμένον | |
| αὑτῶι εἶναι πρὸς τὸν δῆμον· ἐπειδὴ Ῥόδων εὔνους ὢν | |
| 5 | διατελεῖ τῆι τε πόλει κοινεῖ καὶ ἰδίαι τοῖς δεομένοις |
| τῶν πολιτῶν παρέχεται χρείας ἐμ παντὶ καιρῶι, | |
| δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ῥόδωνα Ῥοδοκλέ- | |
| ους Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς | |
| πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς | |
| 10 | γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν |
| καὶ κ[α]τὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου | |
| ὄντος καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν | |
| αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- | |
| γέταις γέγραπται. |