Proxeny decree for Herakleitos, son of Artemidoros, of Pella.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — SEG 47.493
| 1 | ἄρχοντος ἐν κοινῶι Δί[ω]νος, ἱερέως τοῦ Ἀμφιερ[ά]ου Ἀθηνοδώρου, |
| [μη]νὸ[ς Ὁ]μ[ολωΐου], vv Νίκιππος Γοργίωνος εἶπεν· ἐπειδὴ Ἡράκλειτο[ς] | |
| εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶ[ι] | |
| δήμωι· Ἡράκλειτον Ἀρτεμιδώρου Μακεδόνα ἐκ Πέλλης πρόξενον ε[ἶ]- | |
| 5 | ναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐ[κ]γόνους καὶ εἶναι αὐτοῖς γῆς |
| καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κα- | |
| τὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντ[α] | |
| [κ]αθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται. |