Proxeny decree for Xenon, son of Pasixenos, of Chersonesos.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 245
| 1 | ἄρχοντος ἐν τῶι κοινῶι Πρωτομάχου, ἱερέω<ς> δὲ τοῦ Ἀμφιαράου Ἀριστίππου, Ἀντίπατρος |
| Ἀρχιλόχου εἶπεν· ἐπειδὴ Ξένων εὔνους ὢν διατελεῖ τῆι τε πόλει καὶ τοῖς δεομένοις ἀεὶ | |
| τῶν πολ〚ε〛ιτῶν {²⁶πολιτῶν}²⁶ παρέχεται χρείας ἐν παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Ξένωνα | |
| Πασιξένου Χερσονησίτην πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους | |
| 5 | καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κα- |
| τὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης οὔσης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν | |
| αὐτῶι καθάπερ καὶ τοῖς ἄλλοις προξένοις τῆς πόλεως γέγραπται. |