Proxeny decree for Noumenios, son of Dionysios, of Amisos.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 270
1 | ἱερέως Διοδώρου, Ὁμολωΐου, Κλέαρχος |
Πυρριδήμου εἶπεν· ἐπειδὴ Νουμήνιος | |
εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων | |
καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν | |
5 | ἐν παντὶ καιρῶι τὸ συνφέρον πράτ<τ>ει, |
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
Νουμήνιον Διονυσίου Ἀμισηνὸν πρόξενον | |
εἶναι τῆς πόλειως {²⁶πόλεως}²⁶ Ὠρωπίων αὐτὸν | |
καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας | |
10 | ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν |
καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατ<τ>αν | |
καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα | |
καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |