Proxeny decree for Apollodoros, son of Antiphantos, of Karystos. Base of white marble, broken at the top.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 239
1 ἄρχοντος ἐν κοινοῖ Χαριδάμου, ἱερέως τοῦ Ἀμφιεράου Διοδώρου, Πολ[ύ]-
νικος Πανδάρου εἶπεν· ἐπειδὴ Ἀπολλόδωρος εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίω[ν]
καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐν παντὶ καιρῶι τὸ συνφέρον πράττει, δεδόχθαι [τεῖ]
βουλεῖ καὶ τῶι δήμωι· Ἀπολλόδωρον Ἀντιφάντου Καρύστιον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί[ων]
5 αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλε[ι]-
αν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις
πρ<ο>ξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us