Proxeny decree for Noumenios, son of Dionysios, of Amisos.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 270
| 1 | ἱερέως Διοδώρου, Ὁμολωΐου, Κλέαρχος |
| Πυρριδήμου εἶπεν· ἐπειδὴ Νουμήνιος | |
| εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων | |
| καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν | |
| 5 | ἐν παντὶ καιρῶι τὸ συνφέρον πράτ<τ>ει, |
| δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| Νουμήνιον Διονυσίου Ἀμισηνὸν πρόξενον | |
| εἶναι τῆς πόλειως {²⁶πόλεως}²⁶ Ὠρωπίων αὐτὸν | |
| καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας | |
| 10 | ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν |
| καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατ<τ>αν | |
| καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα | |
| καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |