[ ]
Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 1st/2nd c. AD — CIG 3019 — GVI 970 — IK Ephesos 6.2101
1 | ὀκτωκαιδεκάτου με καταρχόμενον λυκάβαντος |
ἄρτι τε ῥητορικῆς ἔργα διδασκόμενον | |
Λέσβωι ἐν εὐδένδρωι βαρυαλγὴς νοῦσος ἐδάμνα | |
καὶ ο<ὐ>κέτι ἐς εἱμερτὴν γαῖαν ἔβην Ἐφέσου· | |
5 | πα<τ>ροκασίγνητος δὲ καμὼν μάλα πολλά, το<κ>εῦσιν |
πένθος ἐπ’ ὠκυάλου νηὸς ἔδωκε φ<έ>ρ<ει>ν. | |
ναίω δ’ ἡρώων ἱερὸν δόμον, οὐκ Ἀχέροντος· | |
τοῖον γὰρ βιότου τέρμα σοφοῖσιν ἔνι. |